Home/Bible/Old Testament/1 Chronicles/Chapter 29

1 Chronicles 29

Old Testament · Brenton Septuagint with Greek parallel

1 Chronicles chapter 29 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. Related material may be found among the Church Fathers and the theology tables.

1 Chronicles 29

1And David the king said to all the congregation, Solomon my son, whom the Lord has chosen, is young and tender, and the work is great; for it is not for man, but for the Lord God.Καὶ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ, Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλὸς, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλʼ ἢ Κυρίῳ Θεῷ.

2I have prepared according to all my might for the house of my God gold, silver, brass, iron, wood, onyx stones, and costly and variegated stones for setting, and every precious stone, and much Parian marble.Κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσὶον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοὰμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύν.

3And still farther, because I took pleasure in the house of my God, I have gold and silver which I have procured for myself, and, behold, I have given them to the house of my God over and above, beyond what I have prepared for the holy house.Καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου, ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,

4Three thousand talents of gold of Suphir, and seven thousand talents of fine silver, for the overlaying of the walls of the sanctuary:τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ,

5for you to use the gold for things of gold, and the silver for things of silver, and for every work by the hand of the artificers. And who is willing to dedicate himself in work this day for the Lord?εἰς τὸ χρυσίον τῷ χρυσίῳ, καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν· καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;

6Then the heads of families, and the princes of the children of Israel, and the captains of thousands and captains of hundreds, and the overseers of the works, and the king's builders, offered willingly.Καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν, καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων, καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως.

7And they gave for the works of the house of the Lord five thousand talents of gold, and ten thousand gold pieces, and ten thousand talents of silver, and eighteen thousand talents of brass, and one hundred thousand talents of iron.Καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια, καὶ χρυσοῦς μυρίους, καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας, καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια, καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

8And they who had precious stone, gave it into the treasuries of the house of the Lord by the hand of Jeiel the Gedsonite.Καὶ οἷς εὑρέθη παρʼ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς Ἰεϊὴλ τοῦ Γεδσωνί.

9And the people rejoiced because of the willingness, for they offered willingly to the Lord with a full heart: and king David rejoiced greatly.Καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ· καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

10And king David blessed the Lord before the congregation, saying, Blessed are you, O Lord God of Israel, our Father, from everlasting and to everlasting.Καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας, λέγων,

11Your, O Lord, is the greatness, and the power, and the glory, and the victory, and the might: for you are Lord of all things that are in heaven and upon the earth: before your face every king and nation is troubled.Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὁ πατὴρ ἡμῶν, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Σοὶ Κύριε ἡ μεγαλωσύνη, καὶ ἡ δύναμις, καὶ τὸ καύχημα, καὶ ἡ νίκη, καὶ ἡ ἰσχὺς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς, καὶ ἔθνος.

12From you come wealth and glory: you, O Lord, rule over all, the Lord of all dominion, and in your hand is strength and rule; and you are almighty with your hand to increase and establish all things.Παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχύσαι τὰ πάντα.

13And now, Lord, we give thanks to you, and praise your glorious name.Καὶ νῦν, Κύριε ἐξομολογούμεθά σοι, καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

14But who am I, and what is my people, that we have been able to be thus forward in offering to you? for all things are your, and of your own have we given you,Καὶ τίς εἰμι ἐγὼ, καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.

15for we are strangers before you, and sojourners, as all our fathers were: our days upon the earth are as a shadow, and there is no remaining.Ὅτι πάροικοι ἐσμὲν ἐναντίον σου, καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμων· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.

16O Lord our God, as for all this abundance which I have prepared that a house should be built to your holy name, it is of your hand, and all is your.Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σου ἐστὶ, καὶ σοὶ τὰ πάντα.

17And I know, Lord, that you are he that searches the hearts, and you love righteousness. I have willingly offered all these things in simplicity of heart; and now I have seen with joy your people here present, willingly offering to you.Καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας, καὶ δικαιοσύνην ἀγαπᾷς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.

18O Lord God of Abraham, and Isaac, and Israel, our fathers, preserve these things in the thought of the heart of your people for ever, and direct their hearts to you.Κύριε ὁ Θεὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰσραὴλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα, καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ.

19And to Solomon my son give a good heart, to perform your commandments, and to observe your testimonies, and your ordinances, and to accomplish the building of your house.Καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου, καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

20And David said to the whole congregation, Bless you the Lord our God. And all the congregation blessed the Lord God of their fathers, and they bowed the knee and worshipped the Lord, and did obeisance to the king.Καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ, εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν Κυρίῳ, καὶ τῷ βασιλεῖ.

21And David sacrificed to the Lord, and offered up whole burnt offerings to the Lord on the morrow after the first day, a thousand calves, a thousand rams, a thousand lambs, and their drink-offerings, and sacrifices in abundance for all Israel.Καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.

22And they ate and drank joyfully that day before the Lord: and they made Solomon the son of David king a second time, and anointed him king before the Lord, and Sadoc to the priesthood.Καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς· καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ, καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα, καὶ Σαδὼκ εἰς ἱερωσύνην.

23And Solomon sat upon the throne of his father David, and was highly honored; and all Israel obeyed him.Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ.

24The princes, and the mighty men, and all the sons of king David his father, were subject to him.Οἱ ἄρχοντες, καὶ οἱ δυνάσται, καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ, ὑπετάγησαν αὐτῷ.

25And the Lord magnified Solomon over all Israel, and gave him royal glory, such as was not upon any king before him.Καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ, καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.

26And David the son of Jessae reigned over Israel forty years;Καὶ Δαυὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ

27seven years in Chebron, and thirty-three years in Jerusalem.ἔτη τεσσράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ, καὶ ἐν Ἱερουσαλὴμ ἔτη τριακοντατρία.

28And he died in a good old age, full of days, in wealth, and glory: and Solomon his son reigned in his stead.Καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

29And the rest of the acts of David, the former and the latter, are written in the history of Samuel the seer, and in the history of Nathan the prophet, and in the history of Gad the seer,Οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυὶδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος, καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου, καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος,

30concerning all his reign, and his power, and the times which went over him, and over Israel, and over all the kingdoms of the earth.περὶ πάσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροὶ οἳ ἐγένοντο ἐπʼ αὐτῷ, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.

Open 1 Chronicles 29 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← 1 Chronicles 28 All of 1 Chronicles