1 Kingdoms 25
Old Testament · Brenton Septuagint with Greek parallel
1 Kingdoms chapter 25 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (22) follow the text. Related material may be found among the Church Fathers and the theology tables.
1 Kingdoms 25
1And Samuel died, and all Israel * assembled, and bewailed him, and they bury him in his house in † Armathaim: and David arose, and went down to the wilderness of ‡ Maon.Καὶ ἀπέθανε Σαμουὴλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ, καὶ κόπτονται αὐτὸν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἁρμαθαίμ· καὶ ἀνέστη Δαυὶδ, καὶ κατέβη εἰς τὴν ἔρημον Μαών.
2And there was a man in Maon, and his flocks were in Carmel, and he was a very great man; and he had § three thousand sheep, and a thousand she-goats: and he happened to be shearing his flock in Carmel.Καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαὼν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ, καὶ ὁ ἄνθρωπος μέγας σφόδρα· καὶ τούτῳ ποίμνια τρισχίλια, καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.
3And the man's name was Nabal, and his wife's name was Abigaia: and his wife was of good understanding and very beautiful in person: but the man was harsh, and evil in his doings, and the man was churlish.Καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβιγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ ἀγαθὴ τῷ εἴδει σφόδρα· καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ὁ ἄνθρωπος κυνικός.
4And David heard in the wilderness, that Nabal the Carmelite was shearing his sheep.καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ὅτι κείρει Νάβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ.
5And David sent ten young men, and he said to the young men, Go up to Carmel, and go to Nabal, and ask him in my name how ** he is.Καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια, καὶ εἶπε τοῖς παιδαρίοις, ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ, καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην,
6And thus shall you say, May you and your house seasonably prosper, and all yours be †† in prosperity.καὶ ἐρεῖτε τάδε· εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.
7And now, behold, I have heard that your shepherds who were with us in the wilderness are shearing ‡‡ your sheep, and we hindered them not, neither did we demand any thing from them all the time they were in Carmel.Καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθʼ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς, καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ.
8Ask your servants, and they will tell you. Let then your servants find grace in your eyes, for we are come on a good day; give we pray you, whatever your hand may find, to your son David.Ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσί σοι· καὶ εὑρέτωσαν τὰ παιδάριά σου χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφʼ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ.
9So the servants come and speak these words to Nabal, according to all these words in the name of David.Καὶ ἔρχονται τὰ παιδάρια, καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ· καὶ ἀνεπήδησε
10And Nabal sprang up, and answered the servants of David, and said, Who is David? and who is the son of Jessae? Now-a-days there is abundance of servants who depart every one from his master.καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ, καὶ εἶπε, τίς ὁ Δαυὶδ, καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.
11And shall I take my bread, and my wine, and my §§ beasts that I have slain for *** my shearers, and shall I give them to men of whom I know not whence they are?Καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί;
12So the servants of David turned ††† back, and returned, and came and reported to David according to these words.Καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν, καὶ ἀνέστρεψαν καὶ ἦλθον, καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ῥήματα ταῦτα.
13And David said to his men, Gird on every man his sword. ‡‡‡ And they went up after David, about four hundred men: and two hundred abode with the stuff.Καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ, ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ, ὡς τετρακόσιοι ἄνδρες· καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.
14And one of the servants reported to Abigaia the wife of Nabal, saying, Behold, David sent messengers out of the wilderness to salute our lord; but he turned away from them.Καὶ τῇ Ἀβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων, λέγων, ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπʼ αὐτῶν.
15And the men were very good to us; they did not hinder us, neither did they demand from us any thing all the days that we were with them.Καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα, οὐκ ἀπεκώλυσαν ἡμᾶς, οὐδὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρʼ αὐτοῖς.
16And when we were in the field, they were as a wall round about us, both by night and by day, all the days that we were with them feeding the flock.Καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ, ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, πάσας τὰς ἡμέρας ἃς ἦμεν παρʼ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.
17And now do you consider, and see what you will do; for mischief is determined against our lord and against his house; and he is a vile character, and one can’t speak to him.Καὶ νῦν γνῶθι καὶ ἴδε σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν.
18And Abigaia hasted, and took two hundred loaves, and two vessels of wine, and five sheep ready dressed, and five ephahs of fine flour, and one homer of dried grapes, and two hundred cakes of figs, and put them upon asses.Καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους, καὶ δύο ἀγγεῖα οἴνου, καὶ πέντε πρόβατα πεποιημένα, καὶ πέντε οἰφὶ ἀλφίτου, καὶ γόμορ ἓν σταφίδος, καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους.
19And she said to her servants, Go on before me, and behold I come after you: but she told not her husband.Καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς, προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ, ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι· καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε.
20And it came to pass when she had mounted her ass and was going down by the covert of the mountain, behold, David and his men came down to meet her, and she met them.Καὶ ἐγενήθη, αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους, καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς.
21And David said, Perhaps I have kept all his possessions in the wilderness that he should wrong me, and we did not order the taking anything of all his goods; yet he has rewarded me evil for good.Καὶ Δαυὶδ εἶπεν, ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθὲν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν.
22So God do to David and more also, if I leave one male of all that belong to Nabal until the morning.Τάδε ποιήσαι ὁ Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον.
23And Abigaia saw David, and she hasted and alighted from her ass; and she fell before David on her face, and did obeisance to him, bowing to the groundΚαὶ εἶδεν Ἀβιγαία τὸν Δαυίδ, καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου, καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν
24§§§even to his feet, and said, On me, my lord, be my wrong: let, I pray you, your servant speak in your ears, and hear you the words of your servant.ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ εἶπεν, ἐν ἐμοὶ κύριέ μου ἡ ἀδικία μου, λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου.
25Let not my lord, I pray you, take to heart this pestilent man, * for according to his name, so is he; Nabal is his name, and folly is with him: but I your handmaid saw not the servants of my lord whom you did send.Μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετʼ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου ἃ ἀπέστειλας.
26And now, my lord, as the Lord lives, and your soul lives, as the Lord has kept you from coming against innocent blood, and † from executing vengeance for yourself, now therefore let your enemies, and those that seek evil against my lord, become as Nabal.Καὶ νῦν κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῶον, καὶ σώζειν τὴν χεῖρά σου σοί· καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.
27And now accept this ‡ token of goodwill, which your servant has brought to my lord, and you shall give it to the servants that wait on my lord.Καὶ νῦν λάβε τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου.
28Remove, I pray you, the trespass of your servant; for the Lord will surely make for my lord a sure house, for the Lord fights the battles of my lord, and there shall no evil be ever found in you.Ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστὸν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.
29And if a man shall rise up persecuting you and seeking your life, yet shall the life of my lord be bound up in the bundle of life with the Lord God, and you shall whirl the life of your enemies as in the midst of a sling.Καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.
30And it shall be when the Lord shall have wrought for my lord all the good things he has spoken concerning you, and shall appoint you to be ruler over Israel;Καὶ ἔσται ὅτε ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σὲ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ,
31then this shall not be an abomination and offense to my lord, to have shed innocent blood without cause, and for my lord to have avenged himself: and so may the Lord do good to my lord, and you shall remember your handmaid to do her good.καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῶον δωρεὰν, καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ· καὶ ἀγαθώσαι Κύριος τῷ κυρίῳ μοῦ, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.
32And David said to Abigaia, Blessed be the Lord God of Israel, who sent you this very day to meet me:Καὶ εἶπε Δαυὶδ τῇ Ἀβιγαίᾳ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι,
33and blessed be your conduct, and blessed be you, who have hindered me this very day from coming to shed blood, and from avenging myself.καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα, καὶ σῶσαι χεῖρά μου ἐμοί.
34But surely as the Lord God of Israel lives, who hindered me this day from doing you harm, if you had not hasted and come to meet me, then I said, There shall surely not be left to Nabal till the morning one male.Πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπεκώλυσέ σε σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα, εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωῒ οὐρῶν πρὸς τοῖχον.
35And David took of her hand all that she brought to him, and said to her, Go in peace to your house: see, I have listened to your voice, and accepted your § petition.Καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ, ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου, καὶ ἠρέτισα τὸ πρόσωπόν σου.
36And Abigaia came to Nabal: and, behold, he had a banquet in this house, as the banquet of a king, and the heart of Nabal was merry ** within him, and he was very drunken: and she told him nothing great or small till the morning light.Καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ· καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ, ὡς πότος βασιλέως· καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπʼ αὐτόν· καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ.
37And it came to pass in the morning, when Nabal recovered from his wine, his wife told him these words; and his heart died within him, and he became as a stone.Καὶ ἐγένετο πρωῒ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα· καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος.
38And †† it came to pass after about ten days, that the Lord struck Nabal, and he died.Καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι, καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε.
39And David heard it ‡‡ and said, Blessed be the Lord, who has judged the cause of my reproach at the hand of Nabal, and has delivered his servant §§ from the power of evil; and the Lord has returned the mischief of Nabal upon his own head. And David sent and spoke concerning Abigaia, to take her to himself for a wife.Καὶ ἤκουσε Δαυὶδ, καὶ εἶπεν, εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. Καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.
40So the servants of David came to Abigaia to Carmel, and spoke to her, saying, David has sent us to you, to take you to himself for a wife.Καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαίαν εἰς Κάρμηλον, καὶ ἐλάλησαν αὐτῇ, λέγοντες, Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ, λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.
41And she arose, and did reverence with her face to the earth, and said, Behold, your servant is for an handmaid to wash the feet of your servants.Καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον, καὶ εἶπεν, ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.
42And Abigaia arose, and mounted her ass, and five damsels followed her: and she went after the servants of David, and became his wife.Καὶ ἀνέστη Ἀβιγαία, καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυὶδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.
43And David took Achinaam out of Jezrael, and they were both his wives.Καὶ τὴν Ἀχινάαμ ἔλαβε Δαυὶδ ἐξ Ἰεζραὲλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες.
44And Saul gave Melchol his daughter, David's wife, to Phalti the son of *** Amis who was of ††† Romma.Καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ Ἀμὶς τῷ ἐκ Ῥομμᾶ.
Translator's Notes
These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.
- v. 1*Heb. Rama. Alex. Rama.
- v. 1†Gr. assemble and bewail.
- v. 1‡Alex. Paran.
- v. 2§Lit. 3,000 flocks; as we say in English, 3,000 troops, meaning men formed into troops.
- v. 5**Gr. concerning peace.
- v. 6††Gr. in health.
- v. 7‡‡Gr. for you.
- v. 11§§Gr. slaying.
- v. 11***Gr. them that shear my sheep.
- v. 12†††Gr. to their way.
- v. 13‡‡‡Alex. and Heb.+ 'and they girded on every man his sword, and David also girded on his sword.'
- v. 24§§§Heb. and Alex.+ and she fell.
- v. 25*Heb. and Alex.+ 'even Nabal'
- v. 26†Gr. saving your hand for yourself.
- v. 27‡Gr. blessing.
- v. 35§Gr. face.
- v. 36**Gr. upon him.
- v. 38††Gr. there were about ten days, etc.
- v. 39‡‡Heb. and Alex. insert 'that Nabal was dead.
- v. 39§§Or, from the hand of wicked men.
- v. 44***Heb. and Alex. Laish and Lais.
- v. 44†††Heb. and Alex. Gallim and Galli.