3 Kingdoms 2
Old Testament · Brenton Septuagint with Greek parallel
3 Kingdoms chapter 2 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (13) follow the text. Related material may be found among the Church Fathers and the theology tables.
3 Kingdoms 2
1And the days of David drew near that he should die: and he * addressed his son Solomon, saying, I go the way of all the earth:Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτὸν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ, λέγων,
2but be you strong, and show yourself a man;ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις, καὶ ἔσῃ εἰς ἄνδρα,
3and keep the charge of the Lord your God, to walk in his ways, to keep the commandments and the ordinances and the judgments which are written in the law of Moses; that you may understand what you shall do in all things that I command you:καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι·
4that the Lord may confirm his word which he spoke, saying, If your children shall take heed to their way to walk before me in truth with all their heart, I promise you, saying, there shall not † fail you a man on the throne of Israel.Ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησε, λέγων, ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ, ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων, οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
5Moreover you know all that Joab the son of Saruia did to me, what he did to the two captains of the forces of Israel, to Abenner the son of Ner, and to Amessai the son of Jether, that he killed them, and ‡ shed the blood of war in peace, and put innocent blood on his girdle that was about his loins, and on his sandal that was on his foot.Καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουίας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραὴλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ, καὶ τῷ Ἀμεσσαῒ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς, καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ, καὶ ἔδωκεν αἷμα ἀθῶον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ, καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ.
6Therefore you shall deal with him according to your wisdom, and you shall not bring down his grey hairs in peace to § the grave.Καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου, καὶ σὺ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου.
7But you shall deal kindly with the sons of Berzelli the Galaadite, and they shall be among those that eat at your table; for thus they drew near to me when I fled from the face of your brother Abessalom.Καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.
8And, behold, there is with you Semei the son of Gera, a Benjamite of Baurim: and he cursed me with a grievous curse in the day when I went into the ** camp; and he came down to Jordan to meet me, and I swore to him by the Lord, saying, I will not put you to death with the sword.Καὶ ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ ᾗ ἐπορευόμην εἰς παρεμβολάς· καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ, λέγων, εἰ θανατώσω σε ἐν ῥομφαίᾳ.
9But you shall by no means hold him guiltless, for you are a wise man, and will know what you shall do to him, and shall bring down his grey hairs with blood to the grave.Καὶ οὐ μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ σοφὸς εἶ σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
10And David slept with his fathers, and was buried in the city of David.Καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυίδ.
11And the days which David reigned over Israel were forty years; he reigned seven years in Chebron, and thirty-three years in Jerusalem.Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν Ἰσραὴλ, τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτά ἔτη, καὶ ἐν Ἱερουσαλὴμ τριάκοντα τρία ἔτη.
12And Solomon sat on the throne of his father David, and his kingdom was †† established greatly.Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
13And Adonias the son of Aggith came in to Bersabee the mother of Solomon, and did obeisance to her: and she said, ‡‡ Do you enter peaceably? and he said, Peaceably:Καὶ εἰσῆλθεν Ἀδωνίας υἱὸς Ἀγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν, εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν, εἰρήνη·
14I have business with you. And she said to him, Say on.λόγος μοι πρὸς σέ. Καὶ εἶπεν αὐτῷ, λάλησον.
15And he said to her, You know that the kingdom was mine, and all Israel turned their face toward me for a king; but the kingdom was turned from me and became my brother's: for it was appointed to him from the Lord.Καὶ εἶπεν αὐτῇ, σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία, καὶ ἐπʼ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία, καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ.
16And now I make one request of you, do not turn away your face. And Bersabee said to him, Speak on.Καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῷ Βηρσαβεὲ, λάλει.
17And he said to her, Speak, I pray you, to king Solomon, for he will not turn away his face from you, and let him give me Abisag the Somanite for a wife.Καὶ εἶπεν αὐτῇ, εἰπον δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανίτιν εἰς γυναῖκα.
18And Bersabee said, Well; I will speak for you to the king.Καὶ εἶπε Βηρσαβεὲ, καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
19And Bersabee went in to king Solomon to speak to him concerning Adonias; and the king rose up to meet her, and kissed her, and sat on the throne, and a throne was set for the mother of the king, and she sat on his right hand.Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν αλῆσαι αὐτῷ περὶ Ἀδωνίου· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ, καὶ κατεφίλησεν αὐτὴν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
20And she said to him, I ask of you one little request; turn not away my face from you. And the king said to her, Ask, my mother, and I will not reject you.Καὶ εἶπεν αὐτῷ, αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν μου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, αἴτησαι, μήτερ ἐμὴ, καὶ οὐκ ἀποστρέψω σε.
21And she said, Let, I pray you, Abisag the Somanite be given to Adonias your brother to wife.Καὶ εἶπε, δοθήτω δὴ Ἀβισὰ ἡ Σωμανίτις τῷ Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
22And king Solomon answered and said to his mother, And why have you asked Abisag for Adonias? ask for him the kingdom also; for he is my elder brother, and he has for his companion Abiathar the priest, and Joab the son of Saruia the commander-in-chief.Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ, καὶ ἱνατί σὺ ᾔτησαι τὴν Ἀβισὰλ τῷ Ἀδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιάθαρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ἀρχιστράτηγος ἑταῖρος.
23And king Solomon swore by the Lord, saying, God do so to me, and §§ more also, if it be not that Adonias has spoken this word against his own life.Καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε παροσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον.
24And now as the Lord lives who has established me, and set me on the throne of my father David, and he has made me a house, as the Lord spoke, this day shall Adonias be put to death.Καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασε με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
25So king Solomon sent by the hand of Banaeas the son of Jodae, and he killed him, and Adonias died in that day.Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
26And the king said to Abiathar the priest, Depart you quickly to Anathoth to your farm, for you are *** worthy of death this day; but I will not kill you, because you have borne the ark of the covenant of the Lord before my father, and because you were afflicted in all things wherein my father was afflicted.Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς, ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.
27And Solomon removed Abiathar from being a priest of the Lord, that the word of the Lord might be fulfilled, which he spoke ††† concerning the house of Heli in Selom.Καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ.
28And the report came to Joab son of Saruia; for Joab had turned after Adonias, and he went not after Solomon: and Joab fled to the tabernacle of the Lord, and caught hold of the horns of the altar.Καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου, καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου.
29And it was told Solomon, saying, Joab has fled to the tabernacle of the Lord, and behold! he has hold of the horns of the altar. And king Solomon sent to Joab, saying, ‡‡‡ What ails you, that you have fled to the altar? and Joab said, Because I was afraid of you, and fled for refuge to the Lord. And Solomon sent Banaeas son of Jodae, saying, Go and kill him, and bury him.Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι πέφευγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου· καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ, λέγων, τί γέγονέ σοι, ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωὰβ, ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον· καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ, λέγων, πορεύου καὶ ἄνελε αὐτὸν, καὶ θάψον αὐτόν.
30And Banaeas son of Jodae came to Joab to the tabernacle of the Lord, and said to him, Thus says the king, Come forth. And Joab said, I §§§ will not come forth, for I will die here. And Banaeas son of Jodae returned and spoke to the king, saying, Thus has Joab spoken, and thus has he answered me.Καὶ ἦλθε Βαναίας υἱὸς Ἰωδαὲ πρὸς Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ εἶπεν αὐτῷ τάδε λέγει ὁ βασιλεὺς, ἔξελθε· καὶ εἶπεν Ἰωὰβ, οὐκ ἐκπορεύωμαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἐπέστρεψε Βαναίας υἱὸς Ἰωδαὲ, καὶ εἶπε τῷ βασιλεῖ, λέγων, τάδε λελάληκεν Ἰωὰβ, καὶ τάδε ἀποκέκριταί μοι.
31And the king said to him, Go, and do to him as he has spoken, and kill him: and you shall bury him, and you shall remove this day the blood which he shed without cause, from me and from the house of my father.Καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς, πορεύου, καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν· καὶ θάψεις αὐτὸν, καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα ὃ δωρεὰν ἐξέχεεν, ἀπʼ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου.
32And the Lord has returned upon his own head the blood of his unrighteousness, inasmuch as he attacked two men more righteous and better than himself, and killed them with the sword, and my father David knew not of their blood, even Abenner the son of Ner the commander-in-chief of Israel, and Amessa the son of Jether the commander-in-chief of Juda.Καὶ ἐπέστρεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ, καὶ τὸν Ἀμεσσὰ υἱὸν Ἰεθὲρ ἀρχιστράτηγον Ἰούδα.
33And their blood is returned upon his head, and upon the head of his seed for ever: but to David, and his seed, and his house, and his throne, may there be peace for ever from the Lord.Καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ, καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.
34So Banaeas son of Jodae went up, and attacked him, and killed him, and buried him in his house in the wilderness.Καὶ ἀνέβη Βαναίας υἱὸς Ἰωδαὲ, καὶ ἀπήντησεν αὐτῷ, καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
35And the king * appointed Banaeas son of Jodae in his place over the host; and the kingdom was established in Jerusalem; and as for Sadoc the priest, the king appointed him to be high priest in the room of Abiathar. And Solomon son of David reigned over Israel and Juda in Jerusalem: and the Lord gave understanding to Solomon, and very much wisdom, and largeness of heart, as the sand by the sea-shore.Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼς υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ·
35aκαὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.
35bΚαὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου·
35cΚαὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε.
35dΚαὶ ἦν τῷ Σαλωμὼν ἐβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει·
35eκαὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τἠν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπαλξιν ἐπʼ αὐτῆς, διεκόψεν τὴν πόλιν Δαυίδ.
35fοὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν·
35gκαὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον.
35hΚαὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα·
35iκαὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν ἐπάνω, καὶ τὰ Βαλλάθ·
35kπλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας.
35lΚαὶ ἐν τῷ ἔτι Δαυὶδ ζῇν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμινὶ ἐκ Χεβρών·
35mοὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς·
35nκαὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ·
35oκαὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σύ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
36Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεῒ, καὶ εἶπεν αὐτῷ, ὠκοδόμησον σεαυτῷ οἶκον ἐν Ἱερουσαλὴμ καὶ κάθου ἐκεῖ, καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ.
37Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χείμαῤῥον Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ· τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου· καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
38Καὶ εἶπε Σεμεῒ πρὸς τὸν βασιλέα, ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ ἐκάθισε Σεμεῒ ἐν Ἱερουσαλὴμ τρία ἔτη.
39Καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη, καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεῒ πρὸς Ἀγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεῒ, λέγοντες, ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.
40Καὶ ἀνέστη Σεμεῒ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς Ἀγχοὺς τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ· καὶ ἐπορεύθη Σεμεῒ, καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
41Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι ἐπορεύθη Σεμεῒ ἐξ Ἱερουσαλὴμ εἰς Γὲθ, καὶ ἀνέστρεψε τοὺς δούλους αὐτοῦ.
42Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεῒ, καὶ εἶπε πρὸς αὐτόν, οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου, καὶ ἐπεμαρτυράμην σοι, λέγων, ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἱερουσαλὴμ, καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;
43Καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου, καὶ τὴν ἐντολὴν ἣν ἐνετειλάμην κατὰ σοῦ;
44Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεῒ, σὺ οἶδας πᾶσαν τὴν κακίαν σου ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου.
45Καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.
46Καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαὲ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτόν.
46aΚαὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες·
46bκαὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις· καὶ ἦσαν προσφέροντες δῶρα, καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
46cκαὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου·
46dκαὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμῳ·
46eκαὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων·
46fὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφὶ ἕως Γάζης ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ·;
46gκαὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ, καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών.
46hΚαὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών. Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως, καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων· καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ· καὶ Σουβὰ γραμματεὺς, καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων, καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχιρὲ υἱὸς Ἐδραῒ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου, καὶ Καχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος.
46iΚαὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων·
46kκαὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου·
46lκαὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ.
Translator's Notes
These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.
- v. 1*Gr. answered.
- v. 4†Gr. be destroyed to you.
- v. 5‡Gr. ordered.
- v. 6§Gr. Hades.
- v. 8**Gr. camps.
- v. 12††Gr. prepared.
- v. 13‡‡Gr. Is your entrance peace?
- v. 23§§Gr. add these things.
- v. 26***Gr. a man of death.
- v. 27†††Or, against.
- v. 29‡‡‡Gr. What has happened to you?
- v. 30§§§Gr. do not.
- v. 35*Gr. gave.