Home/Bible/Old Testament/3 Kingdoms/Chapter 8

3 Kingdoms 8

Old Testament · Brenton Septuagint with Greek parallel

3 Kingdoms chapter 8 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (24) follow the text. Related material may be found among the Church Fathers and the theology tables.

3 Kingdoms 8

1And it came to pass when Solomon had finished building the house of the Lord and his own house after twenty years, then king Solomon assembled all the elders of Israel in Sion, to bring the ark of the covenant of the Lord out of the city of David, this is Sion,Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ ἐν Σιὼν, τοῦ ἐνεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ, αὕτη ἐστὶ Σιὼν,

2in the month of Athanin.ἐν μηνὶ Ἀθανίν.

3And the priests took up the ark,Καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν

4and the tabernacle of testimony, and the holy furniture that was in the tabernacle of testimony.καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου.

5And the king and all Israel were occupied before the ark, sacrificing sheep and oxen, without number.Καὶ ὁ βασιλεὺς καὶ πὰς Ἰσραὴλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα, βόας, ἀναρίθμητα·

6And the priests bring in the ark into its place, into the oracle of the house, even into the holy of holies, under the wings of the cherubs.Καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν χερουβίν.

7For the cherubs * spread out their wings over the place of the ark, and the cherubs covered the ark and its holy things above.Ὅτι τὰ χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ· καὶ περιεκάλυπτον τὰ χερουβὶμ ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν.

8And the † holy staves projected, and the ends of the holy staves appeared out of the holy places in front of the oracle, and were not seen without.Καὶ ὑπερεῖχον τὰ ἡγιασμένα· καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ, καὶ οὐκ ὠπτάνοντο ἔξω.

9There was nothing in the ark except the two tables of stone, the tables of the covenant which Moses put there in Choreb, which tables the Lord made as a covenant with the children of Israel in their going forth from the land of Egypt.Οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης ἃς ἔθηκε Μωυσῆς ἐν Χωρὴβ, ἃς διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

10And it came to pass when the priests departed out of the holy place, that the cloud filled the house.Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον.

11And the priests could not stand to minister ‡ because of the cloud, because the glory of the Lord filled the house.Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στήκειν λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησε δόξα Κυρίου τὸν οἶκον.

14And the king § turned his face, and the king blessed all Israel, (and the whole assembly of Israel stood:)Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ἰσραήλ· καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ εἱστήκει·

15and he said, Blessed be the Lord God ** of Israel today, who spoke by his mouth concerning David my father, and has fulfilled it with his hands, saying,Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ σημερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυὶδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσε, λέγον,

16From the day that I brought out my people Israel out of Egypt, I have not chosen a city in any one †† tribe of Israel to build a house, so that my name should be there: but I chose Jerusalem that my name should be there, and I chose David to be over my people Israel.ἀφʼ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ἱερουσαλὴμ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην τὸν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ.

17And it was ‡‡ in the heart of my father to build a house to the name of the Lord God of Israel.Καὶ ἐγένετο ἐπὶ τῆς καρδίας τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.

18And the Lord said to David my father, Forasmuch as it came into your heart to build a house to my name, you did well that it came upon your heart.Καὶ εἶπε Κύριος πρὸς Δαυὶδ τὸν πατέρα μου, ἀνθʼ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου.

19Nevertheless you shall not build the house, but your son that has proceeded out of your §§ bowels, he shall build the house to my name.Πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλʼ ἢ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.

20And the Lord has confirmed the word that he spoke, and I am risen up in the place of my father David, and I have sat down on the throne of Israel, as the Lord spoke, and I have built the house to the name of the Lord God of Israel.Καὶ ἀνέστησε Κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησε· καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.

21And I have set there a place for the ark, in which is the covenant of the Lord, which the Lord made with our fathers, when he brought them out of the land of Egypt.Καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη Κυρίου ἣν διέθετο Κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.

22And Solomon stood up in front of the altar before all the congregation of Israel; and he spread out his hands toward heaven:Καὶ ἀνέστη Σαλωμὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ· καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν,

23and he said, Lord God of Israel, there is no God like you in heaven above and on the earth beneath, keeping covenant and mercy with your servant who walks before you with all his heart;καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,

24which you have kept toward your servant David my father: for you have spoken by your mouth and you have fulfilled it with your hands, as at this day.ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου· καὶ γὰρ ἐλάλησας ἐν τῷ στόματί σου, καὶ ἐν χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη.

25And now, O Lord God of Israel, keep for your servant David my father, the promises which you have spoken to him, saying, There shall not be taken from you a man sitting before me on the throne of Israel, provided only your children shall take heed to their ways, to walk before me as you have walked before me.Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, φύλαξον τῷ δούλῳ σου Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ, λέγων, οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραὴλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιόν μου καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ.

26And now, O Lord God of Israel, let, I pray you, your word to David my father be confirmed.Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυὶδ τῷ πατρί μου.

27*** But will God indeed dwell with men upon the earth? if the heaven and heaven of ††† heavens will not suffice you, how much less even this house which I have built to your name?Ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;

28Yet, O Lord God of Israel, you shall look upon my petition, to hear the prayer which your servant prays to you in your presence this day,Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀκούειν τῆς προσευχῆς ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον,

29that your eyes may be open toward this house day and night, even toward the place which you said, My name shall be there, to hear the prayer which your servant prays ‡‡‡ at this place day and night.τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς, εἰς τὸν τὸπον ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.

30And you shall listen to the prayer of your servant, and of your people Israel, which they shall pray toward this place; and you shall hear in your dwelling-place in heaven, and you shall do and be gracious.Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ· λαοῦ σου Ἰσραὴλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ· καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.

31Whatsoever trespasses §§§ any one shall commit against his neighbor,—and if he shall take upon him an oath so that he should swear, and he shall come and make confession before your altar in this house,Ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπʼ αὐτὸν ἀρὰν τοῦ ἀράσασθαι αὐτὸν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ,

32then shall you hear from heaven, and do, and you shall judge your people Israel, that the wicked should be * condemned, to recompense his way upon his head; and to justify the righteous, to give to him according to his righteousness.καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις· καὶ κρινεῖς τὸν λαόν σου Ἰσραὴλ, ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.

33When your people Israel falls before enemies, because they shall sin against you, and they shall return and confess to your name, and they shall pray and supplicate in this house,Ἐν τῷ πταῖσαι τὸν λαόν σου Ἰσραὴλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσι καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτῳ,

34then shall you hear from heaven, and be gracious to the sins of your people Israel, and you shall restore them to the land which you gave to their fathers.καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ ἐπιστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν.

35When the heaven is restrained, and there is no rain, because they shall sin against you, and the shall pray toward this place, and they shall make confession to your name, and shall turn from their sins when you shall have humbled them,Ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετὸν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν ὅταν ταπεινώσῃς αὐτοὺς,

36then you shall hear from heaven, and be merciful to the sins of your servant and of your people Israel; for you shall show them the good way to walk in it, and you shall give rain upon the earth which you have given to your people for an inheritance.καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν ἣν ἔδωκας τῷ λαῳ σου ἐν κληρονομίᾳ.

37If there should be famine, if there should be death, because there should be blasting, locust, or if there be mildew, and if † their enemy oppress them in any one of their cities, with regard to every ‡ calamity, every trouble,Λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμὸς, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,

38every prayer, every supplication whatever shall be made by any man, as they shall know each the plague of his heart, and shall spread abroad his hands to this house,πᾶσαν προσευχὴν, πᾶσαν δέησιν ἐὰν γένηται παντὶ ἀνθρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,

39then shall you listen from heaven, out of your established dwelling-place, and shall be merciful, and shall do, and recompense to every man according to his ways, as you shall know his heart, for you alone know the heart of all the children of men:καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἵλεως ἔσῃ, καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,

40that they may fear you all the days that they live upon the land, which you have given to our fathers.ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

41And for the stranger who is not of your people,Καὶ τῷ ἀλλοτρίῳ ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σοῦ οὗτος,

42when they shall come and pray toward this place,καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,

43then shall you hear them from heaven, out of your established dwelling-place, and you shall do according to all that the stranger shall call upon you for, that all the nations may know your name, and fear you, as do your people Israel, and may know that your name has been called on this house which I have builded.καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου Ἰσραὴλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησα.

44If it be that your people shall go forth to war against their enemies in the way by which you shall turn them, and pray in the name of the Lord § toward the city which you have chosen, and the house which I have built to your name,Ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἐπιστρέψεις αὐτοὺς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως ἧς ἑξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,

45then shall you hear from heaven their supplication and their prayer, and shall execute judgment for them.καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν, καὶ τῆς προσευχῆς αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς.

46If it be that they shall sin against you, (for there is not a man who will not sin,) and you shall bring them and deliver them up before their enemies, and they that take them captive shall carry them to a land far or near,Ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν, καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν ἢ ἐγγὺς,

47and they shall turn their hearts in the land whither they have been carried captives, and turn in the land of their sojourning, and supplicate you, saying, We have sinned, we have done unjustly, we have transgressed,καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν ἐν γῇ μετοικίας αὐτῶν, καὶ δεηθῶσί σου, λέγοντες, ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν,

48and they shall turn to you with all their heart, and with all their soul, in the land of their enemies whither you have carried them captives, and shall pray to you toward their land which you have given to their fathers, and the city which you have chosen, and the house which I have built to your name:καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,

49then shall you hear from heaven your established dwelling-place,καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου,

50and you shall be merciful to their unrighteousness wherein they have trespassed against you, and according to all their transgressions wherewith they have transgressed against you, and you shall ** cause them to be pitied before them that carried them captives, and they shall have compassion on them:καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίας αὐτῶν αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτοὺς, καὶ οἰκτειρήσουσιν εἰς αὐτοὺς,

51for they are your people and your inheritance, whom you brought out of the land of Egypt, out of the midst of the furnace of iron.ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.

52And let your eyes and your ears be opened to the supplication of your servant, and to the supplication of your people Israel, to listen to them in all things for which they shall call upon you.Καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου, καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ἰσραὴλ, εἰσακούειν αὐτῶν ἐν πᾶσιν οἷς ἂν ἐπικαλέσωνταί σε.

53Because you have set them apart for an inheritance to yourself out of all the nations of the earth, as you spoke by the hand of your servant Moses, when you brought our fathers out of the land of Egypt, †† O Lord God.—Then spoke Solomon concerning the house, when he had finished building it—He manifested the sun in the heaven: the Lord said he would dwell in darkness: build you my house, a beautiful house for yourself to dwell in anew. Behold, is not this written in the book of the song?Ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ, ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε.

53aΤότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτὸν, Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ· Κύριος εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ τοῦ κατοικεῖν ἐπὶ καινότητος· οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;

54And it came to pass when Solomon had finished praying to the Lord all this prayer and supplication, that he rose up from before the altar of the Lord, after having knelt upon his knees, and his hands were spread out towards heaven.Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.

55And he stood, and blessed all the congregation of Israel with a loud voice, saying,Καὶ ἔστη, καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν Ἰσραὴλ φωνῇ μεγάλῃ, λέγων,

56Blessed be the Lord this day, who has given rest to his people Israel, according to all that he said: there has not failed one word among all his good words which he spoke by the hand of his servant Moses.εὐλογητὸς Κύριος σήμερον ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ.

57May the Lord our God be with us, as he was with our fathers; let him not desert us nor turn from us,Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,

58that he may turn our hearts toward him to walk in all his ways, and to keep all his commandments, and his ordinances which he commanded our fathers.Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, ἐπικλῖναι καρδίας ἡμῶν ἐπʼ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ, καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.

59And let these words, ‡‡ which I have prayed before the Lord our God, be §§ near to the Lord our God day and night, to maintain the cause of your servant, and the cause of your people Israel *** for ever.Καὶ ἔστωσαν οἱ λόγοι οὗτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δοῦλου σου, καὶ τὸ δικαίωμα λαοῦ Ἰσραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ·

60that all the nations of the earth may know that the Lord God, he is God, and there is none beside.ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεὸς, αὐτὸς Θεὸς, καὶ οὐκ ἔστιν ἔτι.

61And let our hearts be perfect toward the Lord our God, to walk also holily in his ordinances, and to keep his commandments, ††† as at this day.Καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον Θεὸν ἡμῶν, καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ, καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη.

62And the king and all the children of Israel offered sacrifice before the Lord.Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἔθυσαν θυσίαν ἐνώπιον Κυρίου.

63And king Solomon offered for the sacrifices of peace-offering which he sacrificed to the Lord, two and twenty thousand oxen, one hundred and twenty thousand sheep: and the king and all the children of Israel dedicated the house of the Lord.Καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμὼν τὰς θυσίας τῶν εἰρηνικῶν ἃς ἔθυσε τῷ Κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας, προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισε τὸν οἶκον Κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ἰσραήλ.

64In that day the king consecrated the middle of the court in the front of the house of the Lord; for there he offered the whole burnt offering, and the sacrifices, and the ‡‡‡ fat of the peace-offerings, because the brazen altar which was before the Lord was too little to bear the whole burnt offering and the sacrifices of peace-offerings.Τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον Κυρίου μικρὸν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.

65And Solomon kept the feast in that day, and all Israel with him, even a great assembly from the entering in of Hemath to the river of Egypt, before the Lord our God in the house which he built, eating and drinking, and rejoicing before the Lord our God seven days.Καὶ ἑποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ἡμὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας.

66And on the eighth day he sent away the people: and they blessed the king, and each departed to his §§§ tabernacle rejoicing, and their heart was glad because of the good things which the Lord had done to his servant David, and to Israel his people.Καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαόν· καὶ εὐλόγησαν τὸν βασιλέα, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες· καὶ ἀγαθὴ ἡ καρδία ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησε Κύριος τῷ Δαυὶδ δούλῳ αὐτοῦ, καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.

Translator's Notes

These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.

Open 3 Kingdoms 8 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← 3 Kingdoms 7 All of 3 Kingdoms 3 Kingdoms 9 →