4 Kingdoms 23
Old Testament · Brenton Septuagint with Greek parallel
4 Kingdoms chapter 23 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (19) follow the text. Related material may be found among the Church Fathers and the theology tables.
4 Kingdoms 23
1So they reported the word to the king: and the king sent and gathered all the elders of Juda and Jerusalem * to himself.Καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα· καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ.
2And the king went up to the house of the Lord, and every man of Juda and all who lived in Jerusalem with him, and the priests, and the prophets, and all the people small and great; and he read in their ears all the words of the book of the covenant that was found in the house of the Lord.Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ μετʼ αὐτοῦ, καὶ οἱ ἱερεῖς, καὶ οἱ προφῆται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.
3And the king stood by a pillar, and made a covenant before the Lord, to walk after the Lord, to keep his commandments and his testimonies and his ordinances with all the heart and with all the soul, to confirm the words of this covenant; even the things written † in this book. And all the people stood ‡ to the covenant.Καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ.
4And the king commanded Chelcias the high priest, and the priests of the second order, and them that kept the door, to bring out of the temple of the Lord all the vessels that were made for Baal, and for the grove, and all the host of heaven, and he burned them without Jerusalem in the § fields of Kedron, and ** took the ashes of them to Baethel.Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν σταθμὸν, ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ· καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἰερουσαλὴμ ἐν σαλημὼθ Κέδρών, καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.
5And he burned the †† idolatrous priests, whom the kings of Juda had ‡‡ appointed, (and they burned incense in the high places and in the cities of Juda, and the places around about Jerusalem); and them that burned incense to Baal, and to the sun, and to the moon, and to §§ Mazuroth, and to all the host of heaven.Καὶ κατέκαυσε τοὺς χωμαρὶμ οὓς ἔδωκαν βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἰερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς μαζουρὼθ, καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.
6And he carried out the grove from the house of the Lord to the brook Kedron, and burned it at the brook Kedron, and reduced it to *** powder, and cast its powder on the sepulchres of the sons of the people.Καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἰερουσαλὴμ εἰς τὸν χειμάῤῥουν Κέδρών, καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάῤῥῳ Κεδρων, καὶ ἐλέπτυνεν εἰς χοῦν· καὶ ἔῤῥιψε τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ.
7And he pulled down the house of the ††† sodomites that were by the house of the Lord, where the women wove tents for the grove.καὶ καθεῖλε τὸν οἶκον τῶν καδησὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιῒμ τῷ ἄλσει.
8And he brought up all the priest from the cities of Juda, and defiled the high places where the priests burned incense, from Gaebal even to Bersabee; and he pulled down the house of the gates that was by the door of the gate of Joshua the ruler of the city, on a man's left hand at the gate of the city.Καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα, καὶ ἐμίανε τὰ ὑψηλὰ οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαιβὰλ καὶ ἕως Βηρσάβεέ· καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως.
9Only the priests of the high places went not up to the altar of the Lord in Jerusalem, for they only ate leavened bread in the midst of their brethren.Πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἰερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
10And he defiled Taphes which is in the valley of the son of Ennom, constructed for a man to cause his son or his daughter to pass through ‡‡‡ fire to Moloch.Καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ Ἑννὸμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μόλοχ ἐν πυρί.
11And he burned the horses which the king of Juda had given to the sun in the entrance of the house of the Lord, §§§ by the treasury of Nathan the * king's eunuch, in the † suburbs; and he burned the chariot of the sun with fire.Καὶ κατέκαυσε τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί,
12And the altars that were on the roof of the upper chamber of Achaz, which the kings of Juda had made, and the altars which Manasses had made in the two courts of the house of the Lord, did the king pull down and forcibly remove from thence, and cast their dust into the brook of Kedron.καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἄχαζ, ἃ ἐποίησαν βασιλεὶς Ἰούδα· καὶ τὰ θυσιαστήρια ἃ ἐποίησε Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν, καὶ ἔῤῥιψε τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάῤῥουν Κέδρων.
13And the king defiled the house that was before Jerusalem, on the right hand of the mount of Mosthath, which Solomon king of Israel built to Astarte the abomination of the Sidonians, and to Chamos the abomination of Moab, and to Moloch the abomination of the children of Ammon.Καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσθὰθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων, καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ, καὶ τῷ Μολὸχ βδελύγματι υἱῶν Ἀμμὼν, ἐμίανεν ὁ βασιλεύς.
14And he broke in pieces the pillars, and utterly destroyed the groves, and filled their places with the bones of men.Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.
15Also the high altar in Baethel, which Jeroboam the son of Nabat, who made Israel to sin, had made, even that high altar he tore down, and broke in pieces the stones of it, and reduced it to powder, and burnt the grove.Καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλὸν ὃ ἐποίησεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασε, καὶ συνέτριψε τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ κατέκαυσε τὸ ἄλσος.
16And Josias turned aside, and saw the tombs that were there in the city, and sent, and took the bones out of the tombs, and burnt them on the altar, and defiled it, according to the word of the Lord which the man of God spoke, when Jeroboam stood by the altar at the feast: and he turned and raised his eyes to the tomb of the man of God that spoke these words.Καὶ ἐξένευσεν Ἰωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει, καὶ ἀπέστειλε, καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων, καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστᾶναι Ἱεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους.
17And he said, What is that mound which I see? And the men of the city said to him, It is the grave of the man of God that came out of Juda, and uttered these imprecations which he imprecated upon the altar of Baethel.Καὶ εἶπεν, τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως, ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐξεληλυθὼς ἐξ Ἰούδα, καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ.
18And he said, Let him alone; let no one disturb his bones. So his bones were ‡ spared, together with the bones of the prophet that came out of Samaria.Καὶ εἶπεν, ἄφετε αὐτὸν, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐῤῥύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.
19Moreover Josias removed all the houses of the high places that were in the cities of Samaria, which the kings of Israel made to provoke the Lord, and did to them all that he did in Baethel.Καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσίας, καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθήλ.
20And he sacrificed all the priests of the high places that were there on the altars, and burnt the bones of men upon them, and returned to Jerusalem.Καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων, καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπʼ αὐτὰ, καὶ ἐπεστράφη εἰς Ἱερουσαλήμ.
21And the king commanded all the people, saying, Keep the passover to the Lord your God, as it is written in the book of this covenant.Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ, λέγων, ποιήσατε πάσχα τῷ Κυρίῳ Θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης.
22For a passover such as this had not been kept from the days of the judges who judged Israel, even all the days of the kings of Israel, and of the kings of Juda.Ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφʼ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ἰσραὴλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα.
23But in the eighteenth year of king Josias, was the passover kept to the Lord in Jerusalem.ὅτι ἀλλʼ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσίον ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν Ἰερουσαλήμ.
24Moreover Josias removed the sorcerers, and the wizards, and the theraphin, and the idols, and all the abominations that had been set up in the land of Juda and in Jerusalem, that he might § keep the words of the law that were written in the book, which Chelcias the priest found in the house of the Lord.Καί γε τοὺς θελητὰς, καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφὶν, καὶ τὰ εἴδωλα, καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐξῇρεν Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίον, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου.
25There was no king like him before him, who turned to the Lord with all his heart, and with all his soul, and with all his strength, according to all the law of Moses; and after him there rose not one like him.Ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ, καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.
26Nevertheless the Lord turned not from the fierceness of his great anger, wherewith he was angry in his anger against Juda, ** because of the provocations, wherewith Manasses provoked him.Πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.
27And the Lord said, I will also remove Juda from my presence, as I removed Israel, and will reject this city which I have chosen even Jerusalem, and the house of which I said, My name shall be there.Καὶ εἶπε Κύριος, καί γε τὸν Ἰούδα ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραὴλ, καὶ ἀπεώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην, τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον οὗ εἶπον, ἔσται τὸ ὄνομά μου ἐκεῖ.
28And the rest of the acts of Josias, and all that he did, are not these things written in the book of the chronicles of the kings of Juda?Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσίου καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
29And in his days went up Pharao Nechao king of Egypt against the king of the Assyrians to the river Euphrates: and Josias went out to meet him: and Nechao killed him in Mageddo when he saw him.Ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη Ἰωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν.
30And his servants carried him dead from Mageddo, and brought him to Jerusalem, and buried him in his sepulchre: and the people of the land took Joachaz the son of Josias, and anointed him, and made him king in the room of his father.Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
31†† Twenty and three years old was Joachaz when he began to reign, and he reigned three months in Jerusalem: and his mother's name was Amital, daughter of Jeremias of Lobna.Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ, θυγάτηρ Ἱερεμίου ἐκ Λοβνά.
32And he did that which was evil in the sight of the Lord, according to all that his fathers did.Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
33And Pharao Nechao removed him to Rablaam in the land of Emath, so that he should not reign in Jerusalem; and imposed a tribute on the land, one hundred talents of silver, and one hundred talents of gold.Καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Ῥαβλαὰμ ἐν γῇ Ἐμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ, καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου.
34And Pharao Nechao made Eliakim son of Josias king of Juda king over them in the place of his father Josias, and he changed his name to Joakim, and he took Joachaz and brought him to Egypt, and he died there.Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπʼ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.
35And Joakim gave the silver and the gold to Pharao; but he assessed the land to give the money at the command of Pharao: they gave the silver and the gold each man according to his assessment together with the people of the land to give to Pharao Nechao.Καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακὶμ τῷ Φαραῷ, πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραώ ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ Φαραῷ Νεχαώ.
36‡‡ Twenty-five years old was Joakim when he began to reign, and he reigned eleven years in Jerusalem: and his mother's name was Jeldaph, daughter of Phadail of Ruma.Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰελδὰφ θυγάτηρ Φαδαῒλ ἐκ Ῥουμά.
37And he did that which was evil in the eyes of the lord, according to all that his fathers had done.Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
Translator's Notes
These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.
- v. 1*Or, to his house.
- v. 3†Gr. on.
- v. 3‡Gr. in.
- v. 4§The Gr. is from the Heb. word.
- v. 4**Gr. cast.
- v. 5††Heb. הבמויס.
- v. 5‡‡Gr. given.
- v. 5§§Or. the twelve signs. Heb. ולמולות compare Job 38:32.
- v. 6***Or, ashes.
- v. 7†††The Gr. is from the Heb. word.
- v. 10‡‡‡Gr. in fire.
- v. 11§§§Gr. to.
- v. 11*Heb. Nathan-melech.
- v. 11†Gr. again from the Heb.
- v. 18‡Gr. delivered.
- v. 24§Gr. establish or confirm.
- v. 26**Gr. upon or against.
- v. 31††Gr. a son of 23 years was Joachaz in his reigning.
- v. 36‡‡Gr. a son of 23 years was Joakim in his reigning.