4 Kingdoms 4
Old Testament · Brenton Septuagint with Greek parallel
4 Kingdoms chapter 4 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (12) follow the text. Related material may be found among the Church Fathers and the theology tables.
4 Kingdoms 4
1And one of the wives of the sons of the prophets cried to Elisaie, saying, Your servant my husband is dead; and you know that your servant feared the Lord: and the creditor is come to take my two sons to be his servants.Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαῖε, λέγουσα, ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως, ὅτι δοῦλὸς σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
2And Elisaie said, What shall I do for you? tell me what you have in the house. And she said, Your servant has nothing in the house, except oil wherewith I * anoint myself.Καὶ εἶπεν Ἑλισαιὲ, τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστι σοι ἐν τῷ οἴκῳ; ἡ δὲ εἶπεν, οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλʼ ἢ ὃ ἀλείψομαι ἔλαιον.
3And he said to her, Go, borrow for yourself vessels without of all your neighbors, even empty vessels; borrow not a few.Καὶ εἶπε πρὸς αὐτήν, δεῦρο, αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενὰ, μὴ ὀλιγώσῃς.
4And you shall go in and shut the door upon you and upon your sons, and you shall pour forth into these vessels, and remove that which is filled.Καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα, καὶ τὸ πληρωθὲν ἀρεῖς.
5And she departed from him, and shut the door upon herself and upon her sons: they brought the vessels near to her, and she poured in until the vessels were filled.Καὶ ἀπῆλθε παρʼ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθʼ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτὴν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη.
6And she said to her sons, Bring me yet a vessel. And they said to her, There is not a vessel more. And the oil stayed.Καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς, ἐγγίσατε ἔτι πρὸς μὲ τὸ σκεῦος· καὶ εἶπον αὐτῇ, οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
7And she came and told the man of God: and Elisaie said, Go, and sell the oil, and you shall pay your † debts, and you and your sons shall live of the remaining oil.Καὶ ἦλθε, καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ εἶπεν Ἑλισαιὲ, δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον, καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
8And a day came, when Elisaie passed over to Soman, and there was a great lady there, and she constrained him to eat bread: and it came to pass as often as he went into the city, that he turned aside to eat there.Καὶ ἐγένετο ἡμέρα, καὶ διέβη Ἐλισαιὲ εἰς Σωμὰν, καὶ ἐκεῖ γυνὴ μεγάλη, καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφʼ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν, ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν.
9And the woman said to her husband, See now, I know that this is a holy man of God who comes over continually to us.Καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς, ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ ἡμᾶς διαπαντός.
10Let us now make for him an upper chamber, a small place; and let us put there for him a bed, and a table, and a stool, and a candlestick: and it shall come to pass that when he comes in to us, he shall ‡ turn in there.Ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ δίφρον, καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς, καὶ ἐκκλινεῖ ἐκεῖ.
11And a day came, and he went in there, and turned aside into the upper chamber, and lay there.Καὶ ἐγένετο ἡμέρα, καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον, καὶ ἐκοιμήθη ἐκεῖ.
12And he said to Giezi his servant, Call me this Somanite. and he called her, and she stood before him.Καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, κάλεσόν μοι τὴν Σωμανίτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
13And he said to him, Say now to her, Behold, you have § taken all this trouble for us; what should I do for you? Have you any ** request to make to the king, or to the captain of the host? And she said, I dwell in the midst of my people.Καὶ εἶπεν αὐτῷ, εἶπον δὴ πρὸς αὐτὴν, ἰδοὺ, ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην, τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν, ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.
14And he said to Giezi, What must we do for her? and Giezi his servant said, Indeed she has no son, and her husband is old.Καὶ εἶπε πρὸς Γιεζὶ, τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ, καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ· καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.
15And he called her, and she stood by the door.Καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.
16And Elisaie said to her, At this time next year, as the season is, you shall be alive, and embrace a son. And she said, Nay, my lord, do not lie to your servant.Καὶ εἶπεν Ἐλισαιὲ πρὸς αὐτήν, εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ, περιειληφυῖα υἱόν· ἡ δὲ εἶπε, μή κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου.
17And the woman conceived, and bore a son at the very time, as the season was, being alive, as Elisaie said to her.Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἑλισαιὲ.
18And the child grew: and it came to pass when he went out to his father to the reapers,Καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,
19that he said to his father, My head, my head. and his father said to a servant, carry him to his mother.καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ, τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ, ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.
20And he carried him to his mother, and he lay upon her knees till noon, and died.Καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας, καὶ ἀπέθανε.
21And she carried him up and laid him on the bed of the man of god; and she shut the door upon him, and went out.Καὶ ἀνήνεγκεν αὐτὸν, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἀπέκλεισε κατʼ αὐτοῦ, καὶ ἐξῆλθε,
22And she called her husband, and said, Send now for me one of the young men, and one of the asses, and I will †† ride quickly to the man of God, and return.καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς, και εἶπεν, ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιστρέψω.
23And he said, Why are you going to him today? It is neither new moon, nor the Sabbath. And she said, ‡‡ It is well.Καὶ εἶπε, τι ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία, οὐδὲ σάββατον· ἡ δὲ εἶπεν, εἰρήνη.
24And she saddled the ass, and said to her servant, Be quick, proceed: spare not on my account to ride, unless I shall tell you. Go, and you shall proceed, and come to the man of God to mount Carmel.Καὶ ἐπέσαξε τὴν ὄνον, καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς, ἄγε, πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς ὄρος τὸ Καρμήλιον.
25And she §§ rode and came to the man of God to the mountain: and it came to pass when Elisaie saw her coming, that he said to Giezi his servant, See now, that Somanite comes.Καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος· καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτὴν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, ἰδοὺ δὴ ἡ Σωμανίτις ἐκείνη.
26Now run to meet her, and you shall say, Is it well with you? *** is it well with your husband? is it well with the child? and she said, It is well.Νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς, καὶ ἐρεῖς, ἡ εἰρήνη σοι; ἡ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν, εἰρήνη.
27And she came to Elisaie to the mountain, and laid hold of his feet; and Giezi drew near to thrust her away. And Elisaie said, Let her alone, for her soul is much grieved in her, and the Lord has hidden it from me, and has not told it me.Καὶ ἦλθε πρὸς Ἑλισαιὲ εἰς τὸ ὄρος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγιζε Γιεζὶ ἀπώσασθαι αὐτήν. καὶ εἶπεν Ἑλισαιὲ, ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπʼ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγειλέ μοι.
28And she said, Did I ask a son of my lord? For did I not say, ††† Do not deal deceitfully with me?Ἡ δὲ εἶπε, μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὅτι οὐκ εἶπα, οὐ πλανήσεις μετʼ ἐμοῦ;
29And Elisaie said to Giezi, Gird up your loins, and take my staff in your hand, and go: if you meet any man, you shall not ‡‡‡ salute him, and if a man salute you you shall not answer him: and you shall lay my staff on the child's face.Καὶ εἶπεν Ἐλισαιὲ τῷ Γιεζί, ζῶσαι τὴν ὀσθύν σου, καὶ λάβε τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου, καὶ δεῦρο, ὅτι ἐὰν εὕρῃς ἄνδρα οὐκ εὐλογήσεις αὐτὸν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνὴρ οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.
30And the mother of the child said, As the Lord lives and as your soul lives, I will not leave you. And Elisaie arose, and went after her.Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.
31And Giezi went on before her, and laid his staff on the child's face: but there was neither voice nor any hearing. So he returned to meet him, and told him, saying, The child is not awaked.Καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἀπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου· καὶ οὐκ ἦν φωνὴ καὶ οὖκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἀπήγγειλεν αὐτῷ, λέγων, οὐκ ἠγέρθη τὸ παιδάριον.
32And Elisaie went into the house, and, behold, the dead child was laid upon his bed.Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκός κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ·
33And Elisaie went into the house, and shut the door upon themselves, the two, and prayed to the Lord.Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον.
34And he went up, and lay upon the child, and put his mouth upon his mouth, and his eyes upon his eyes, and his hands upon his hands; and bowed himself upon him, and the flesh of the child grew warm.Καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον· καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ· καὶ διέκαμψεν ἐπʼ αὐτὸν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.
35And he returned, and walked up and down in the house: and he went up, and bowed himself on the child seven times; and the child opened his eyes.Καὶ ἐπέστρεψε, καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν· καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις· καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.
36And Elisaie cried out to Giezi, and said, Call this Somanite. So he called her, and she came in to him: and Elisaie said, Take your son.Καὶ ἐξεβόησεν Ἑλισαιὲ πρὸς Γιεζὶ, καὶ εἶπε, κάλεσον τὴν Σωμανίτην ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν· καὶ εἶπεν Ἑλισαιὲ, λάβε τὸν υἱόν σου.
37And the woman went in, and fell at his feet, and did obeisance bowing to the ground; and she took her son, and went out.Καὶ εἰσῆλθεν ἡ γυνὴ, καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν· καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς, καὶ ἐξῆλθε.
38And Elisaie returned to Galgala: and a famine was in the land; and the sons of the prophets sat before him: and Elisaie said to his servant, Set on the great pot, and boil pottage for the sons of the prophets.Καὶ Ἑλισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἶπεν Ἑλισαιὲ τῷ παιδαρίῳ αὐτοῦ, ἐπίστησον τὸν λέβητα τὸν μέγαν, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.
39And he went out into the field to gather herbs, and found a vine in the field, and gathered of it wild §§§ gourds, his garment full; and he cast it into the caldron of pottage, for they knew them not.Καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριώθ· καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ, καὶ συνέλεξεν ἀπʼ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν, καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν·
40And he poured it out for the men to eat: and it came to pass, when they were eating of the pottage, that behold! they cried out, and said, There is death in the pot, O man of God. And they could not eat.καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος, καὶ ἰδοὺ ἀνεβόησαν, καὶ εἶπαν, θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.
41And he said, Take meal, and cast it into the pot. And Elisaie said to his servant Giezi, Pour out for the people, and let them eat. And there was no longer there any hurtful thing in the pot.Καὶ εἶπε, λάβετε ἅλευρον, καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον, ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.
42And there came a man over from Baetharisa, and brought to the man of God twenty barley loaves and cakes of figs, of the first fruits. And he said, Give to the people, and let them eat.Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθαρισὰ, καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπε, δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.
43And his servant said, Why should I set this before one hundred men? and he said, Give to the people, and let them eat; for thus says the Lord, They shall eat and leave.Καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ, τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε, δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος, φάγονται καὶ καταλείψουσι.
44And they ate and left, according to the word of the Lord.Καὶ ἔφαγον καὶ κατέλιπον, κατὰ τὸ ῥῆμα Κυρίου.
Translator's Notes
These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.
- v. 2*Gr. shall anoint.
- v. 7†Gr. interest, pl.
- v. 10‡Or, turn aside.
- v. 13§Gr. been astonished with all this astonishment.
- v. 13**Gr. word or business.
- v. 22††Gr. run.
- v. 23‡‡Gr. peace.
- v. 25§§Gr. went.
- v. 26***Gr. peace.
- v. 28†††Gr. You shall not.
- v. 29‡‡‡Gr. bless.
- v. 39§§§Gr. sing. colosynth.