Deuteronomy 4
Old Testament · Brenton Septuagint with Greek parallel
Deuteronomy chapter 4 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (15) follow the text. Related material may be found among the Church Fathers and the theology tables.
Deuteronomy 4
1And now, Israel, hear the ordinances and judgments, all that I teach you this day to do: that you may live, and be multiplied, and that you may go in and inherit the land, which the Lord God of your fathers gives you.Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
2You shall not add to the word which I command you, and you shall not take from it: keep the commandments of the Lord our God, all that I command you this day.Οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπʼ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
3Your eyes have seen all that the Lord our God did in the case of Beel-phegor; for every man that went after Beel-phegor, the Lord your God has utterly destroyed him from among you.Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τῷ Βεελφεγὼρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγὼρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ Θεὸς ὑμῶν ἐξ ὑμῶν.
4But you that kept close to the Lord your God are all alive today.Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον.
5Behold, I have shown you ordinances and judgments as the Lord commanded me, that you should do so in the land into which you go to inherit it.Ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν.
6And you shall keep and do them: for this is your wisdom and understanding before all nations, as many as shall hear all these ordinances; and they shall say, Behold, this great nation is a wise and understanding people.Καὶ φυλάξεσθε καὶ ποιήσετε· ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἂν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα· καὶ ἐροῦσιν, ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.
7For what manner of nation is so great, which has God so near to them as the Lord our God is in all things in whatever we may call upon him?Ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα;
8And what manner of nation is so great, which has righteous ordinances and judgments according to all this law, which I set before you this day?Καὶ ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον;
9Take heed to yourself, and keep your * heart diligently: forget not any of the things, which your eyes have seen, and let them not depart from your heart all the days of your life; and you shall teach your sons and your sons' sons,Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα· μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, ἡμέραν ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας· ὅτε εἶπε
10even the things that happened in the day in which you stood before the Lord our God in Choreb in the day of the assembly; for the Lord said to me, Gather the people to me, and let them hear my words, that they may learn to fear me all the days which they live upon the earth, and they shall teach their sons.Κύριος πρὸς μὲ, ἐκκλησίασον πρὸς μὲ τὸν λαὸν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι.
11And you drew near and stood under the mountain; and the mountain burned with fire up to heaven: there was darkness, blackness, and tempest.Καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ· σκότος, γνόφος, θύελλα.
12And the Lord spoke to you out of the midst of the fire a voice of words, which you heard: and you saw no likeness, only you heard a voice.Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε· καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλʼ ἢ φωνήν·
13And he announced to you his covenant, which he commanded you to keep, even the ten † commandments; and he wrote them on two tables of stone.Καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ, ἣν ἑνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ῥήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας.
14And the Lord commanded me at that time, to teach you ordinances and judgments, that you should do them on the land, into which you go to inherit it.Καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ, διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτὰ ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
15And take good heed to your hearts, for you saw no similitude in the day in which the Lord spoke to you in Choreb in the mountain out of the midst of the fire:Καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.
16lest you transgress, and make to yourselves a carved image, any kind of figure, the likeness of male or female,Μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ,
17the likeness of any beast of those that are on the earth, the likeness of any winged bird which flies under heaven,ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ ὃ πέταται ὑπὸ τὸν οὐρανὸν,
18the likeness of any reptile which creeps on the earth, the likeness of any fish of those which are in the waters under the earth;ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
19and lest having looked up to the sky, and having seen the sun and the moon and the stars, and all the ‡ heavenly bodies, you should go astray and worship them, and serve them, which the Lord your God has distributed to all the nations under heaven.Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.
20But God took you, and led you forth out of the land of Egypt, out of the iron furnace, out of Egypt, to be to him a people of inheritance, as at this day.Ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς, καὶ ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
21And the Lord God was angry with me for the things said by you, and swore that I should not go over this Jordan, and that I should not enter into the land, which the Lord your God gives you for an inheritance.Καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφʼ ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ.
22For § I am to die in this land, and shall not pass over this Jordan; but you are to pass over, and shall inherit this good land.Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβαίνετε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην.
23Take heed to yourselves, lest you forget the covenant of the Lord our God, which he made with you, and you transgress, and make to yourselves a graven image of any of the things concerning which the Lord your God commanded you.Προσέχετε ὑμῖν, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κύριου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξέ σοι Κύριος ὁ Θεός σου.
24For ✡ the Lord your God is a consuming fire, a jealous God.Ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής.
25And when you shall have begotten sons, and shall have sons' sons, and you shall have lived a long time on the land, and shall have transgressed, and made a graven image of any thing, and shall have done wickedly before the Lord your God to provoke him;Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, καὶ ἀνομήσητε, καὶ ποιήσετε γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιου Κυρίου τοῦ
26I call heaven and earth this day to witness against you, that you shall surely perish from off the land, into which you go across Jordan to inherit it there; you shall not prolong your days upon it, but shall be utterly cut off.Θεοῦ ὑμῶν παροργίσαι αὐτόν, διαμαρτύρομαι ὑμῖν σήμερον τὸν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλίᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπʼ αὐτῆς, ἀλλʼ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε.
27And the Lord shall scatter you among all nations, and you shall be left few in number among all the nations, among which the Lord shall bring you.Καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ.
28And you shall there serve other gods, the works of the hands of men, wood and stones, which ** can’t see, nor can they hear, nor eat, nor smell.Καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται, οὔτε μὴ ἀκούσωσιν, οὔτε μὴ φάγωσιν, οὔτε μὴ ὀσφρανθῶσι.
29And there you shall seek the Lord your God, and you shall find him whenever you shall seek him with all your heart, and with all †† your soul in your affliction.Καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν, καὶ εὑρήσετε αὐτὸν ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου·
30And ‡‡ all these things shall come upon you in the last days, and you shall turn to the Lord your God, and shall listen to his voice.Καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπʼ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς σὐτοῦ·
31Because the Lord your God is a God of pity: he will not forsake you, nor destroy you; he will not forget the covenant of your fathers, which the Lord swore to them.Ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου· οὐκ ἐγκαταλείψει σε, οὐδὲ μὴ ἐκτρίψει σε· οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος.
32Ask of the former days which were before you, from the day when God created man upon the earth, and beginning at the one end of heaven to the other end of heaven, if there has happened any thing like to this great event, if such a thing has been heard:Ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως τοῦ ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο· εἰ ἀκήκοεν ἔθνος φωνὴν
33if a nation have heard the voice of the living God speaking out of the midst of the fire, as you have heard and have lived;Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας·
34if God has assayed to go and take to himself a nation out of the midst of another nation with trial, and with signs, and with wonders, and with war, and with a mighty hand, and with a high arm, and with great sights, according to all the things which the Lord our God did in Egypt §§ in your sight.εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι, καὶ ἐν πολέμῳ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασιν μεγάλοις, κατὰ πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·
35So that you should know that the Lord your God he is God, and there is none beside him.ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
36His voice was made audible from heaven to instruct you, and he showed you upon the earth his great fire, and you heard his words out of the midst of the fire.Ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός.
37Because he loved your fathers, he also chose you their seed after them, and he brought you himself with his great strength out of Egypt,Διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετʼ αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου,
38to destroy nations *** great and stronger than you before your face, to bring you in, to give you their land to inherit, as you have it this day.ἐξολοθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον.
39And you shall know this day, and shall consider in your heart, that the Lord your God he is God in heaven above, and on the earth beneath, and there is none else but he.Καὶ γνώσῃ σήμερον, καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ, ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.
40And keep you his commandments, and his ordinances, all that I command you this day; that it may be well with you, and with your sons after you, that you may be long-lived upon the earth, which the Lord your God gives you for ever.Καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἀντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας.
41Then Moses separated three cities beyond Jordan on the east,Τότε ἀφώρισε Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰορδάνου ἀπὸ ἀνατολῶν ἡλίου,
42that the slayer might flee there, who should have slain his neighbor unintentionally, and should not have hated him ††† in times past, and he shall flee to one of these cities and live:φυγεῖν ἐκεῖ τὸν φονευτὴν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τῆς τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων, καὶ ζήσεται·
43Bosor in the wilderness, in the plain country of Ruben, and Ramoth in Galaad belonging to ‡‡‡ Gad, and Gaulon in Basan belonging to Manasse.τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ῥουβήν, καὶ τὴν Ῥαμὼθ ἐν Γαλαὰδ τῷ Γαδδί, καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῄ.
44This is the law which Moses set before the children of Israel.Οὗτος ὁ νόμος, ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ.
45These are the testimonies, and the ordinances, and the judgments, which Moses spoke to the sons of Israel, when they came out of the land of Egypt:Ταῦτα τὰ μαρτύρια, καὶ τὰ δικαιώματα, καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου,
46on §§§ the other side of Jordan, in the valley near the house of Phogor, in the land of Seon king of the Amorites, who lived in Esebon, whom Moses and the sons of Israel struck when they came out of the land of Egypt.ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι, ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, ὅν ἐπάταξε Μωυσῆς, καὶ οἱ υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου.
47And they inherited his land, and the land of Og king of Basan, two kings of the Amorites, who were beyond Jordan eastward.Καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ, καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς Βασὰν, δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου,
48From Aroer, which is on the border of the brook Arnon, even to the mount of Seon, which is Aermon.ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν, ὅ ἐστιν Ἀερμὼν,
49All * Araba beyond Jordan eastward under Asedoth † hewn in the rock.πᾶσαν τὴν Ἄραβα πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ Ἀσηδὼθ τὴν λαξευτήν.
Translator's Notes
These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.
- v. 9*Gr. soul.
- v. 13†Gr. words or sayings.
- v. 19‡Gr. order of heaven.
- v. 22§Gr. I die.
- v. 24✡Heb 12 29.
- v. 28**Gr. shall not see, etc.
- v. 29††Gr. your.
- v. 30‡‡Gr. all these words shall find you. Hebraism.
- v. 34§§Gr. before you seeing.
- v. 38***Or, greater.
- v. 42†††Gr. before yesterday and the third day. Hebraism.
- v. 43‡‡‡Or, the Gaddite
- v. 46§§§i. e. the east side.
- v. 49*Heb. the plain.
- v. 49†Or, the quarried rock. Heb. Ashdoth Pisgah.