Exodus 26
Old Testament · Brenton Septuagint with Greek parallel
Exodus chapter 26 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (1) follow the text. Related material may be found among the Church Fathers and the theology tables.
Exodus 26
1And you shall make the tabernacle, ten curtains of fine linen spun, and blue and purple, and scarlet spun with cherubs; you shall make them with work of a weaver.Καὶ τὴν σκηνὴν ποιήσεις, δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου χερουβὶμ· ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς.
2The length of one curtain shall be eight and twenty cubits, and one curtain shall be the breadth of four cubits: there shall be the same measure to all the curtains.Μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις.
3And the five curtains shall be joined one to another, and the other five curtains shall be closely connected the one with the other.Πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας· καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ.
4And you shall make for them loops of blue on the edge of one curtain, on one side for the coupling, and so shall you make on the edge of the outer curtain for the second coupling.Καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς, ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολήν· καὶ οὕτω ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ.
5Fifty loops shall you make for one curtain, and fifty loops shall you make on the part of the curtain answering to the coupling of the second, opposite each other, corresponding to each other * at each point.Πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας, ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην.
6And you shall make fifty golden rings; and you shall join the curtains to each other with the rings, and it shall be one tabernacle.Καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς· καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρα τοῖς κρίκοις· καὶ ἔσται ἡ σκηνὴ μία.
7And you shall make for a covering of the tabernacle skins with the hair on, you shall make them eleven skins.Καὶ ποιήσεις δέῤῥεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς, ἕνδεκα δέῤῥεις ποιήσεις αὐτάς.
8The length of one skin thirty cubits, and the breadth of one skin four cubits: there shall be the same measure to the eleven skins.Τὸ μῆκος τῆς δέῤῥεως τῆς μιᾶς, τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέῤῥεως τῆς μιᾶς· τὸ αὐτὸ μέτρον ἔσται ταῖς ἕνδεκα δέῤῥεσι.
9And you shall join the five skins together, and the six skins together; and you shall double the sixth skin in front of the tabernacle.Καὶ συνάψεις τὰς πέντε δέῤῥεις ἐπὶ τὸ αὐτὸ, καὶ τὰς ἓξ δέῤῥεις ἐπὶ τὸ αὐτό· καὶ ἐπιδιπλώσεις τὴν δέῤῥιν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς.
10And you shall make fifty loops on the border of one skin, which is in the midst for the joinings; and you shall make fifty loops on the edge of the second skin that joins it.Καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως τῆς μιᾶς, τῆς ἀναμέσον κατὰ συμβολήν· καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέῤῥεως, τῆς συναπτούσης τῆς δευτέρας.
11And you shall make fifty brazen rings; and you shall join the rings by the loops, and you shall join the skins, and they shall be one.Καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα· καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν, καὶ συνάψεις τὰς δέῤῥεις, καὶ ἔσται ἕν.
12And you shall fix at the end that which is over in the skins of the tabernacle; the half of the skin that is left shall you fold over, according to the overplus of the skins of the tabernacle; you shall fold it over behind the tabernacle.Καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέῤῥεσι τῆς σκηνῆς· τὸ ἥμισυ τῆς δέῤῥεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις εἰς τὸ πλεονάζον τῶν δέῤῥεων τῆς σκηνῆς, ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς.
13A cubit on this side, and a cubit on that side of that which remains of the skins, of the length of the skins of the tabernacle: it shall be folding over the sides of the tabernacle on this side and that side, that it may cover it.Πῆχυν ἐκ τούτου, καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέῤῥεων, ἐκ τοῦ μήκους τῶν δέῤῥεων τῆς σκηνῆς· ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ.
14And you shall make for a covering of the tabernacle rams' skins dyed red, and blue skins as coverings above.Καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν.
15And you shall make the posts of the tabernacle of incorruptible wood.Καὶ ποιήσεις στύλους τῆς σκηνῆς ἐκ ξύλων ἀσήπτων.
16Of ten cubits shall you make one post, and the breadth of one post of a cubit and a half.Δέκα πήχεων ποιήσεις τὸν στύλον τὸν ἕνα, καὶ πήχεως ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός.
17Two joints shall you make in one post, answering the one to the other: so shall you do to all the posts of the tabernacle.Δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνὶ, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ· οὕτω ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς.
18And you shall make posts to the tabernacle, twenty posts on the north side.Καὶ ποιήσεις στύλους τῇ σκηνῇ, εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς Βοῤῥᾶν.
19And you shall make to the twenty posts forty silver sockets; two sockets to one post on both its sides, and two sockets to the other post on both its sides.Καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις· δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ· και δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφοτέρα τὰ μέρη αὐτοῦ.
20And for the next side, toward the south, twenty posts,Καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς Νότον, εἴκοσι στύλους,
21and their forty silver sockets: two sockets to one post on both its sides, and two sockets to the other post on both its sides.καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς· δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ.
22And on the back of the tabernacle at the part which is toward the west you shall make six posts.Καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους.
23And you shall make two posts on the corners of the tabernacle behind.Καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων.
24And it shall be equal below, they shall be equal toward the same part from the heads to one joining; so shall you make to both the two corners, let them be equal.Καὶ ἔσται ἐξ ἴσου κάτωθεν· κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλῶν εἰς σύμβλησιν μίαν· οὕτω ποιήσεῖς ἀμφοτέραις ταῖς δυσὶ γωνίαις· ἴσαι ἔστωσαν.
25And there shall be eight posts, and their sixteen silver sockets; two sockets to one post on both its sides, and two sockets to the other post.Καὶ ἔσονται ὀκτὼ στύλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δεκαέξ· δύο βάσεις τῷ ἑνὶ στύλῳ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί.
26And you shall make bars of incorruptible wood; five to one post on one side of the tabernacle,Καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων· πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς,
27and five bars to one post on the second side of the tabernacle, and five bars to the hinder posts, on the side of the tabernacle toward the sea.καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ἑνὶ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ, καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν.
28And let the bar in the middle between the posts go through from the one side to the other side.Καὶ ὁ μοχλὸς ὁ μέσος ἀναμέσον τῶν στύλων διϊκνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος.
29And you shall gild the posts with gold; and you shall make golden rings, into which you shall introduce the bars, and you shall gild the bars with gold.Καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ· καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς, εἰς οὓς εἰσάξεις τούς μοχλούς· καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ.
30And you shall set up the tabernacle according to the pattern showed you in the mount.Καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει.
31And you shall make a veil of blue and purple and scarlet woven, and fine linen spun: you shall make it cherubs in woven work.Καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης· ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ χερουβίμ.
32And you shall set it upon four posts of incorruptible wood overlaid with gold; and their tops shall be gold, and their four sockets shall be of silver.Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.
33And you shall put the veil on the posts, and you shall carry in there within the veil the ark of the testimony; and the veil shall make a separation for you between the holy and the holy of holies.Καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων· καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου· καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀναμέσον τοῦ ἁγίου καὶ ἀναμέσον τοῦ ἁγίου τῶν ἁγίων.
34And you shall screen with the veil the ark of the testimony in the holy of holies.Καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων.
35And you shall set the table outside the veil, and the candlestick opposite the table on the south side of the tabernacle; and you shall put the table on the north side of the tabernacle.Καὶ ἐπιθήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος, καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς Νότον· καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς Βοῤῥᾶν.
36And you shall make a screen for the door of the tabernacle of blue, and purple, and spun scarlet and fine linen spun, the work of the embroiderer.Καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ.
37And you shall make for the veil five posts, and you shall gild them with gold; and their capitals shall be gold; and you shall cast for them five brazen sockets.Καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους, καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ· καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς.
Translator's Notes
These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.
- v. 5*i.e. at each coupling.