Home/Bible/Old Testament/Exodus/Chapter 7

Exodus 7

Old Testament · Brenton Septuagint with Greek parallel

Exodus chapter 7 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (2) follow the text. Related material may be found among the Church Fathers and the theology tables.

Exodus 7

1And the Lord spoke to Moses, saying, Behold, I have made you a god to Pharao, and Aaron your brother shall be your * prophet.Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, ἰδοὺ δέδωκά σε θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης.

2And you shall say to him all things that I charge you, and Aaron your brother shall speak to Pharao, that he should send forth the children of Israel out of his land.Σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι· ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραὼ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.

3And I will harden the heart of Pharao, and I will multiply my signs and wonders in the land of Egypt.Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραὼ, καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.

4And Pharao will not listen to you, and I will lay my hand upon Egypt; and will bring out my people the children of Israel with my power out of the land of Egypt with great vengeance.Καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπʼ Αἴγυπτον, καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ.

5And all the Egyptians shall know that I am the Lord, stretching out my hand upon Egypt, and I will bring out the children of Israel out of the midst of them.Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος, ἐκτείνων τὴν χεῖρά μου ἐπʼ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ μέσον αὐτῶν.

6And Moses and Aaron did as the Lord commanded them, so did they.Ἐποίησε δὲ Μωυσῆς καὶ Ἀαρὼν καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος, οὕτως ἐποίησαν.

7And Moses was eighty years old, and Aaron his brother was eighty-three years old, when he spoke to Pharao.Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντατριῶν, ἡνίκα ἐλάλησεν πρὸς Φαραώ.

8And the Lord spoke to Moses and Aaron, saying,Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,

9Now if Pharao should speak to you, saying, Give us a sign or a wonder, then shall you say to your brother Aaron, Take your rod and cast it upon the ground before Pharao, and before his servants, and it shall become a serpent.καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ, λέγων, δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς Ἀαρὼν τῷ ἀδελφῷ σου, λάβε τὴν ῥάβδον, καὶ ῥίψον ἐπὶ τὴν γῆν ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων.

10And Moses and Aaron went in before Pharao, and before his servants, and they did so, as the Lord commanded them; and Aaron cast down his rod before Pharao, and before his servants, and it became a serpent.Εἰσῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ, καὶ τῶν θεραπόντων αὐτοῦ· καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἔῤῥιψεν Ἀαρὼν τὴν ῥάβδον ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραποντων αὐτοῦ, καὶ ἐγένετο δράκων.

11But Pharao called together the wise men of Egypt, and the sorcerers, and the charmers also of the Egyptians did likewise with their sorceries.Συνεκάλεσε δὲ Φαραὼ τοὺς σοφιστὰς Αἰγύπτου, καὶ τοὺς φαρμακούς· καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακίαις αὐτῶν ὡσαύτως.

12And they cast down each † his rod, and they became serpents, but the rod of Aaron swallowed up their rods.Καὶ ἔῤῥιψαν ἔκαστος τὴν ῥάβδον αὐτῶν, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ἀαρὼν τὰς ἐκείνων ῥάβδους.

13and the heart of Pharao was hardened, and he listened not to them, as the Lord charged them.Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος.

14and the Lord said to Moses, The heart of Pharao is made hard, so that he should not let the people go.Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, βεβάρηται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν.

15Go to Pharao early in the morning: behold, he goes forth to the water; and you shall meet him on the bank of the river, and you shall take in your hand the rod that was turned into a serpent.Βάδισον πρὸς Φαραὼ τὸ πρωΐ· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου.

16And you shall say to him, The Lord God of the Hebrews has sent me to you, saying, Send my people away, that they may serve me in the wilderness, and, behold, hitherto you have not listened.Καὶ ἐρεῖς πρὸς αὐτὸν, Κύριος ὁ Θεὸς τῶν Ἐβραίων ἀπέσταλκέ με πρὸς σὲ, λέγων, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου.

17These things says the Lord: Hereby shall you know that I am the Lord: behold, I strike with the rod that is in my hand on the water which is in the river, and it shall change it into blood.Τάδε λέγει Κύριος, ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ Κύριος· ἰδοὺ ἑγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα.

18And the fish that are in the river shall die, and the river shall stink thereupon, and the Egyptians shall not be able to drink water from the river.Καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσι· καὶ ἐποζέσει ὁ ποταμὸς, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ.

19And the Lord said to Moses, Say to your brother Aaron, Take your rod in your hand, and stretch forth your hand over the waters of Egypt, and over their rivers, and over their canals, and over their ponds, and over all their standing water, and it shall become blood: and there was blood in all the land of Egypt, both in vessels of wood and of stone.Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἶπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου, λάβε τὴν ῥάβδον σου ἐν τῇ χειρί σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν, καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν, καὶ ἐπὶ τὰ ἕλη αὐτῶν, καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα· καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου, ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις.

20and Moses and Aaron did so, as the Lord commanded them; and Aaron having lifted up his hand with his rod, struck the water in the river before Pharao, and before his servants, and changed all the water in the river into blood.Καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ἀαρὼν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξε τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ· καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα.

21And the fish in the river died, and the river stank thereupon; and the Egyptians could not drink water from the river, and the blood was in all the land of Egypt.Καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν· καὶ ἐπώζεσεν ὁ ποταμὸς, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ· καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου.

22And the charmers also of the Egyptians did so with their sorceries; and the heart of Pharao was hardened, and he did not listen to them, even as the Lord said.Ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακίαις αὐτῶν· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπε Κύριος.

23And Pharao turned and entered into his house, nor did he fix his attention even on this thing.Ἐπιστραφεὶς δὲ Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὐκ ἐπέστησε τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ.

24And all the Egyptians dug round about the river, so as to drink water, for they could not drink water from the river.Ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ, ὥστε πιεῖν ὕδωρ· καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ.

25and seven days were fulfilled after the Lord has struck the river.Καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι, μετὰ τὸ πατάξαι Κύριον τὸν ποταμόν.

26Εἶπε δὲ Κύριος πρὸς Μωυσὴν, εἴσελθε πρὸς Φαραὼ, καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λεγέι Κύριος, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν.

27Εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις.

28Καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους· καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου, καὶ εἰς τὰ ταμιεῖα τῶν κοιτώνων σου, καὶ ἐπὶ τῶν κλινῶν σου, καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, καὶ ἐν τοῖς φυράμασί σου, καὶ ἐν τοῖς κλιβάνοις σου.

29Καὶ ἐπὶ σὲ, καὶ ἐπὶ τοὺς θεράποντάς σου, καὶ ἐπὶ τὸν λαόν σου, ἀναβήσονται οἱ βάτραχοι.

Translator's Notes

These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.

Open Exodus 7 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← Exodus 6 All of Exodus Exodus 8 →