Home/Bible/Old Testament/Exodus/Chapter 9

Exodus 9

Old Testament · Brenton Septuagint with Greek parallel

Exodus chapter 9 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (5) follow the text. Related material may be found among the Church Fathers and the theology tables.

Exodus 9

1And the Lord said to Moses, Go in to Pharao, and you shall say to him, These things says the Lord God of the Hebrews; Send my people away that they may serve me.Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἴσελθε πρὸς Φαραὼ, καὶ ἐρεῖς αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσι.

2If however you will not send my people away, but yet detain them:Εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλὰ ἔτι ἐγκρατεῖς αὐτοῦ,

3behold, the hand of the Lord shall be upon your cattle in the fields, both on the horses, and on the asses, and on the camels and oxen and sheep, a very great * mortality.Ἰδοὺ, χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις, καὶ ἐν τοῖς ὑποζυγίοις, καὶ ταῖς καμήλοις, καὶ βουσὶ, καὶ προβάτοις, θάνατος μέγας σφόδρα.

4And I will make a marvelous distinction in that time between the cattle of the Egyptians, and the cattle of the children of Israel: nothing shall die of all that is of the children's of Israel.Καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ἰσραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ἰσραὴλ υἱῶν ῥητόν.

5And God fixed a limit, saying, To-morrow the Lord will do this thing on the land.Καὶ ἔδωκεν ὁ Θεὸς ὅρον, λέγων, ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς.

6And the Lord did this thing on the next day, and all the cattle of the Egyptians died, but of the cattle of the children of Israel there died not one.Καὶ ἐποίησε Κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον· καὶ ἐτελεύτησε πάντα τὰ κτήνη τῶν Αἰγυπτίων· ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐκ ἐτελεύτησεν οὐδέν.

7And when Pharao saw, that of all the cattle of the children of Israel there died not one, the heart of Pharao was hardened, and he did not let the people go.Ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδὲν, ἐβαρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν.

8And the Lord spoke to Moses and Aaron, saying, Take you handfuls of ashes of the furnace, and let Moses scatter it toward heaven before Pharao, and before his servants.Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων, λάβετε ὑμεῖς πληρεῖς τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ.

9And let it become dust over all the land of Egypt, and there shall be upon men and upon beasts sore blains breaking forth both on men and on beasts, in all the land of Egypt.Καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου· καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ τετράποδα, ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσιν, ἐν πάσῃ γῇ Αἰγύπτου.

10So he took of the ashes of the furnace before Pharao, and Moses scattered it toward heaven, and it became sore blains breaking forth both on men and on beasts.Καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραὼ, καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν· καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσι.

11And the sorcerers could not stand before Moses because of the sores, for the sores were on the sorcerers, and in all the land of Egypt.Καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς, καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.

12And the Lord hardened Pharao's heart, and he listened not to them, as the Lord appointed.Ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξε Κύριος.

13And the Lord said to Moses, Rise up early in the morning, and stand before Pharao; and you shall say to him, These things says the Lord God of the Hebrews, Send away my people that they may serve me.Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ὄρθρισον τὸ πρωῒ, καὶ στῆθι ἐναντίον Φαραὼ, καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.

14For at this present time do I send forth all my plagues into your heart, and the heart of your servants and of your people; that you may know that there is not another such as I in all the earth.Ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου, καὶ τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, ἵνα εἴδῇς ὅτι οὐκ ἔστιν, ὡς ἐγὼ, ἄλλος ἐν πάσῃ τῇ γῇ.

15For now I will stretch forth my hand and strike you and kill your people, and you shall be consumed from off the earth.Νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς.

16And † for this purpose have you been preserved, that I might display in you my strength, and that my name might be published in all the earth.Καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.

17Do you then yet exert yourself to hinder my people, so as not to let them go?Ἔτι οὖν σὺ ἐνποιῇ τοῦ λαοῦ μου, τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;

18Behold, to-morrow at this hour I will rain a very great hail, such as has not been in Egypt, from the time it was created until this day.Ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας ἔκτισται, ἕως τῆς ἡμέρας ταύτης.

19Now then hasten to gather your cattle, and all that you have in the fields; for all the men and cattle as many as shall be found in the fields, and shall not enter into a house, (but the hail shall fall upon them,) shall die.Νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου, καὶ ὅσα σοι ἐστὶν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πὰντες γὰρ οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, ὅσα ἐὰν εὑρεθῇ ἐν τοῖς πεδίοις, καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πεσῇ δὲ ἐπʼ αὐτὰ ἡ χάλαζα, τελευτήσει.

20He of the servants of Pharao that feared the word of the Lord, gathered his cattle into the houses.Ὁ φοβούμενος τὸ ῥῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ, συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους.

21And he that did not attend in his mind to the word of the Lord, left the cattle in the fields.Ὃς δὲ μὴ πρόσεσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς πεδίοις.

22And the Lord said to Moses, Stretch out your hand to heaven, and there shall be hail on all the land of Egypt, both on the men and on the cattle, and on all the herbage on the land.Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανὸν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη, καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.

23And Moses stretched forth his hand to heaven, and the Lord sent thunderings ‡ and hail; and the fire ran along upon the ground, and the Lord rained hail on all the land of Egypt.Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανὸν, καὶ Κύριος ἔδωκε φωνὰς καὶ χάλαζαν· καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξε Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.

24So there was hail and flaming fire mingled with hail; and the hail was very great, such as was not in Egypt, from the time there was a nation upon it.Ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας γεγένηται ἐπʼ αὐτῆς ἔθνος.

25And the hail struck in all the land of Egypt both man and beast, and the hail struck all the grass in the field, and the hail broke in pieces all the trees in the field.Ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους· καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα· καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα.

26Only in the land of Gesem where the children of Israel were, the hail was not.Πλὴν ἐν γῇ Γεσὲμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ἐγένετο ἡ χάλαζα.

27And Pharao sent and called Moses and Aaron, and said to them, I have sinned this time: the Lord is righteous, and I and my people are wicked.Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς.

28Pray then for me to the Lord, and let him cause the thunderings of God to § cease, and the hail and the fire, and I will send you forth and you shall remain no longer.Εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ, καὶ χάλαζαν, καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν.

29And Moses said to him, When I shall have departed from the city, I will stretch out my hands to the Lord, and the thunderings shall cease, and the hail and the rain shall be no longer, that you may know that the earth is the Lord's.Εἶπε δὲ αὐτῷ Μωυσῆς, ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χὰλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ.

30But as for you and your servants, I know that you have not yet feared the Lord.Καὶ σὺ καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν Κύριον.

31And the flax and the barley were struck, for the barley was ** advanced, and the flax was seeding.Τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον.

32But the wheat and the rye were not struck, for they were late.Ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπληγησαν, ὄψιμα γὰρ ἦν.

33And Moses went forth from Pharao out of the city, and stretched out his hands to the Lord, and the thunders ceased and the hail, and the rain did not drop on the earth.Ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως, καὶ ἐξέτεινε τὰς χεῖρας πρὸς Κύριον· καὶ αἱ φωναὶ ἐπαύσαντο, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν.

34And when Pharao saw that the rain and the hail and the thunders ceased, he continued to sin; and he hardened his heart, and the heart of his servants.Ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναὶ, προσέθετο τοῦ ἁμαρτάνειν· καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν, καὶ τῶν θεραπόντων αὐτοῦ.

35And the heart of Pharao was hardened, and he did not send forth the children of Israel, as the Lord said to Moses.Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραὴλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωυσῇ.

Translator's Notes

These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.

Open Exodus 9 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← Exodus 8 All of Exodus Exodus 10 →