John 8
New Testament · English Majority Text Version with Greek parallel
John chapter 8 is given here in full, verse by verse, in the English Majority Text Version (EMTV), with the Byzantine Majority Text set beneath each verse. The text follows the Byzantine textual tradition used in the Orthodox Church.
15 patristic excerpts are attached to this chapter, from 3 Fathers — Saint John Chrysostom, Saint Augustine of Hippo, and Saint Augustine.
John 8
1But Jesus went to the Mount of Olives.Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
2And early in the morning, He came again into the temple, and all the people came to Him; and having sat down, He began to teach them.ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
3Then the scribes and Pharisees brought to Him a woman who had been caught in adultery, and having stood her in the midst,ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταληφθεῖσαν, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
4they said to Him, “Teacher, we found this woman committing adultery, in the very act.λέγουσιν αὐτῷ πειράζοντες, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπ᾽ αὐτοφόρῳ μοιχευομένη.
5Now Moses, in our law, commanded to cast stones at such. Therefore what do You say?”ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
6But this they said, testing Him, that they might have an accusation against Him. But Jesus, stooping down, began to write on the ground with His finger, not taking notice.τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν μὴ προσποιούμενος.
7And while they were continuing questioning Him, rising up, He said unto them, “He who is without sin among you, let him be the first to cast a stone at her.”ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπε πρὸς αὐτούς, Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ᾽ αὐτὴν τὸν λίθον βαλέτω.
8And again He stooped down and wrote on the ground.καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
9And those who heard it began to go out one by one, beginning with the oldest even to the last. And Jesus was left alone, and the woman being in the midst.οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι ἐξήρχοντο εἷς καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.
10And standing up and seeing no one but the woman, Jesus said to her, “Woman, where are those accusers of yours? Has no one condemned you?”ἀνακύψας δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς εἶπεν αὐτῇ, Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν;
11She said, “No one, Lord.” And Jesus said to her, “Neither do I condemn you; go, and from now on sin no more.”ἡ δὲ εἶπεν, Οὐδείς, Κύριε. εἶπε δὲ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.
12Then Jesus spoke to them again, saying, “I am the light of the world. He that follows Me shall by no means walk in darkness, but will have the light of life.”Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.
13Therefore the Pharisees said to Him, “You testify about Yourself; Your testimony is not true.”Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
14Jesus answered and said to them, “Even if I should testify about Myself, My testimony is true, because I know where I came from and where I am going; but you do not know where I come from or where I am going.Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.
15You judge according to the flesh; I judge no one.Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.
16But even if I do judge, My judgment is true; because I am not alone, but I am with the Father who sent Me.Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
17It is also written in your law that the testimony of two men is true.Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
18I am the One testifying about Myself, and the Father who sent Me testifies about Me.”Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.
19Then they said to Him, “Where is Your Father?” Jesus answered, “You know neither Me nor My Father. If you knew Me, you would also know My Father.”Ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ᾔδειτε ἄν.
20These words Jesus spoke in the treasury, while teaching in the temple; and no one seized Him, for His time had not yet come.Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
21Then Jesus said to them again, “I am going away, and you will seek Me, and will die in your sin. Where I go you cannot come.”Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
22So the Jews said, “Surely He will not kill Himself, will He, since He says, ‘Where I am going you cannot come’?”Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
23And He said to them, “You are from below; I am from above. You are from this world; I am not from this world.Καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
24Therefore I said to you that you will die in your sins; for if you do not believe that I AM, you will die in your sins.”Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
25Then they said to Him, “Who are You?” And Jesus said to them, “Just what I have been saying to you from the beginning.Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.
26I have many things to say and to judge concerning you, but He who sent Me is true; and the things which I heard from Him, these things I say to the world.”Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον.
27They did not know that He was speaking to them about the Father.Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
28Therefore Jesus said to them, “When you lift up the Son of Man, then you will know that I AM, and from Myself I do nothing; but just as My Father taught Me, these things I speak.Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ μου, ταῦτα λαλῶ·
29And He who sent Me is with Me. The Father has not left Me alone, because I always do the things that are pleasing to Him.”καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
30While He spoke these words, many believed in Him.Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31Then Jesus said to those Jews who had believed Him, “If you abide in My word, truly you are My disciples.Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε·
32And you shall know the truth, and the truth shall set you free.”καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
33They answered Him, “We are Abraham's descendants, and have never been in bondage to anyone. How can you say, ‘You will become free’?”Ἀπεκρίθησαν αὐτῷ, Σπέρμα Ἁβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
34Jesus answered them, “Most assuredly I say to you, that everyone that practices sin is a slave of sin.Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.
35And a slave does not remain in the house forever, but a son remains forever.Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
36Therefore if the Son sets you free, you will be truly free.Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
37“I know that you are Abraham's seed, but you seek to kill Me, because My word finds no place in you.Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
38I speak what I have seen with My Father, and you do what you have seen with your father.”Ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί μου, λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν, ποιεῖτε.
39They answered and said to Him, “Abraham is our father.” Jesus said to them, “If you were Abraham's children, you would do the works of Abraham.Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστι. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε.
40But now you seek to kill Me, a Man who has spoken to you the truth which I heard from God. Abraham did not do this.Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν.
41You do the works of your father.” Then they said to Him, “We were not born of fornication; we have one Father—God.”Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον οὖν αὐτῷ, Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν.
42Therefore Jesus said to them, “If God were your Father, you would have loved Me, for I came forth and have come from God; nor have I come from Myself, but He sent Me.Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε.
43Why do you not understand what I say? Because you are unable to hear My word.Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
44You are of your father the devil, and the lusts of your father you desire to do. He was a murderer from the beginning, and has not stood in the truth, because there is no truth in him. When he tells a lie, he speaks from his own resources, for he is a liar, and the father of lies.Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.
45But because I tell the truth, you do not believe Me.Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
46Which of you convicts Me of sin? And if I tell the truth, why do you not believe Me?Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
47He who is of God hears God's words; therefore you do not hear them, because you are not of God.”Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.
48Then the Jews answered and said to Him, “Do we not say well that You are a Samaritan, and You have a demon?”Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις;
49Jesus answered, “I do not have a demon; but I honor My Father, and you dishonor Me.Ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
50And I do not seek My own glory; there is One who seeks it and who judges.Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
51Most assuredly I say to you, if anyone keeps My word he shall by no means experience death.”Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
52Then the Jews said to Him, “Now we know that You have a demon! Abraham and the prophets died, and You say, ‘If anyone keeps My word he shall by no means taste death.’Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἁβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.
53Are You greater than our father Abraham, who died? Also the prophets died. Whom do You make Yourself out to be?”Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραάμ, ὅστις ἀπέθανε; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς;
54Jesus answered, “If I glorify Myself, My glory is nothing. It is My Father who glorifies Me, of whom you say that He is our God.Ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι,
55And yet you have not known Him, but I know Him. And if I would say that I do not know Him, I would be like you, a liar; but I do know Him, and I keep His word.καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης· ἀλλ᾽ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
56Your father Abraham rejoiced to see My day, and he saw it and was glad.”Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.
57Then the Jews said to Him, “You are not yet fifty years old, and have You seen Abraham?”Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;
58Jesus said to them, “Most assuredly I say to you, before Abraham was, I AM.”Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι.
59Therefore they picked up stones to throw at Him; but Jesus hid Himself and went out of the temple, having gone through their midst, and so passed by.Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.
The Fathers on John 8
Saint John Chrysostom, Saint Augustine of Hippo, and Saint Augustine comment on this chapter. Each excerpt below is drawn from the full text held in the Fathers Library; follow the link on any entry to read the whole work.
On John 8:20Saint John Chrysostom“These words spake Jesus in the treasury, as He taught in the Temple; and no man laid hands on Him, for His hour was not yet come.”
Read Homilies on the Gospel of John →
On John 8:19–20Saint Augustine of Hippo1. What in the holy Gospel is spoken briefly ought not briefly to be expounded, so that what is read may be understood. The words of the Lord are few, but great; to be valued not by number, but by weight: not to be despised because they are few, but to be sought because they are great. You who were present yesterday...
Read Tractates on the Gospel of John →
On John 8:31–32Saint John Chrysostom“Then said Jesus to those Jews which believed on Him, If ye continue in My word, then are ye My disciples indeed. And ye shall know the truth, and the truth shall make you free.”
Read Homilies on the Gospel of John →
On John 8:31Saint AugustineYe know well, Beloved, that we all have 510One Master, and are fellow disciples under Him.
Read Sermons on Selected Lessons of the New Testament →
On John 8:28–32Saint Augustine of Hippo1. Of the holy Gospel according to John, which you see in our hand, your Charity has already heard much, whereon by God's grace we have discoursed according to our ability, pressing on your notice that this evangelist, specially, has chosen to speak of the Lord's divinity, wherein He is equal with the Father and the...
Read Tractates on the Gospel of John →
On John 8:31–36Saint Augustine of Hippo1. Of what follows of the previous lesson, and has been read publicly to us today from the holy Gospel, I then deferred speaking, because I had already said much, and of that liberty into which the grace of the Saviour calls us it was needful to treat in no cursory or negligent way. Of this, by the Lord's help, we...
Read Tractates on the Gospel of John →
On John 8:48–49Saint John Chrysostom“Then answered the Jews, and said unto Him, Say we not well that thou art a Samaritan, and hast a devil? Jesus answered, I have not a devil; but I honor My Father.”
Read Homilies on the Gospel of John →
On John 8:48–59Saint Augustine of Hippo1. In that lesson of the holy Gospel which has been read today, from power we learn patience. For what are we as servants to the Lord, as sinners to the Just One, as creatures to the Creator? Howbeit, just as in what we are evil, we are so of ourselves; so in whatever respects we are good, we are so of Him, and...
Read Tractates on the Gospel of John →
On John 8:1–11Saint Augustine of Hippo1. You remember, my beloved, that in the last discourse, by occasion of the passage of the Gospel read, we spoke to you concerning the Holy Spirit. When the Lord had invited those that believe in Him to this drinking, speaking among those who meditated to lay hold of Him, and sought to kill Him, and were not able,...
Read Tractates on the Gospel of John →
On John 8:12Saint Augustine of Hippo1. What we have just heard and attentively received, as the holy Gospel was being read, I doubt not that all of us have also endeavored to understand, and that each of us according to his measure apprehended what he could of so great a matter as that which has been read; and while the bread of the word is laid out, no...
Read Tractates on the Gospel of John →
On John 8:13–14Saint Augustine of Hippo1. You who were present yesterday, bear in mind that we were a long while discoursing of the words of our Lord Jesus Christ, where He says, “I am the light of the world: he that follows me shall not walk in darkness, but shall have the light of life;” and if we wished to go on discoursing of that light, we might still...
Read Tractates on the Gospel of John →
On John 8:15–18Saint Augustine of Hippo1. In the four Gospels, or rather in the four books of the one Gospel, Saint John the apostle, not undeservedly in respect of his spiritual understanding compared to the eagle, has elevated his preaching higher and far more sublimely than the other three; and in this elevating of it he would have our hearts likewise...
Read Tractates on the Gospel of John →
On John 8:21–25Saint Augustine of Hippo1. The lesson of the holy Gospel which preceded today's had concluded thus: that “the Lord spoke, teaching in the treasury,” what it pleased Him, and what you have heard; “and no one laid hands on Him, for His hour was not yet come.” Accordingly, on the Lord's day we made our subject of discourse what He Himself...
Read Tractates on the Gospel of John →
On John 8:26–27Saint Augustine of Hippo1. The words of our Lord Jesus Christ, which He had addressed to the Jews, so regulating His discourse that the blind saw not, and believers' eyes were opened, are these, which have been read today from the holy Gospel: “Then said the Jews, Who are you?” Because the Lord had said before, “If you believe not that I am,...
Read Tractates on the Gospel of John →
On John 8:37–47Open John 8 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.Saint Augustine of Hippo1. Our Lord, in the form of a servant, yet not a servant, but even in servant-form the Lord (for that form of flesh was indeed servant-like; but though He was “in the likeness of sinful flesh,” Romans 8:3 yet was He not sinful flesh) promised freedom to those who believed in Him. But the Jews, as if proudly glorying...
Read Tractates on the Gospel of John →