Home/Bible/Old Testament/Joshua/Chapter 21

Joshua 21

Old Testament · Brenton Septuagint with Greek parallel

Joshua chapter 21 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (9) follow the text. Related material may be found among the Church Fathers and the theology tables.

Joshua 21

1And the heads of the families of the sons of Levi drew near to Eleazar the priest, and to Joshua the son of Naue, and to the heads of families of the tribes of Israel.Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν Ἰσραήλ·

2And they spoke to them in Selo in the land of Chanaan, saying, The Lord gave commandment by * Moses to give us cities to dwell in, and the country round about for our cattle.Καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν, λέγοντες, ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν, καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν.

3So the children of Israel gave to the Levites in their inheritance by the command of the Lord the cities and the country round.Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.

4And the lot came out for the children of Caath; and the sons of Aaron, the priests the Levites, had by lot thirteen cities † out of the tribe of Juda, and out of the tribe of Symeon, and out of the tribe of Benjamin.Καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ· καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ, πόλεις δεκατρεῖς.

5And to the sons of Caath that were left were given by lot ten cities, out of the tribe of Ephraim, and out of the tribe of Dan, and out of the half tribe of Manasse.Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Ἐφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ, πόλεις δέκα.

6And the sons of Gedson had thirteen cities, out of the tribe of Issachar, and out of the tribe of Aser, and out of the tribe of Nephthali, and out of the half tribe of Manasse in ‡ Basan.Καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν, πόλεις δεκατρεῖς.

7And the sons of Merari according to their families had by lot twelve cities, out of the tribe of Ruben, and out of the tribe of Gad, and out of the tribe of Zabulon.Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ, πόλεις δώδεκα.

8And the children of Israel gave to the Levites the cities and their suburbs, as the Lord commanded Moses, by lot.Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί.

9And the tribe of the children of Juda, and the tribe of the children of Symeon, and part of the tribe of the children of Benjamin gave these cities, and they were assignedΚαὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν

10to the sons of Aaron of the family of Caath of the sons of Levi, for the lot § fell to these.τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευὶ, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος.

11And ** they gave to them Cariatharboc the †† metropolis of the sons of Enac; this is Chebron in the mountain country of Juda, and the suburbs round it.Καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς,

12But the lands of the city, and its villages Joshua gave to the sons of Chaleb the son of Jephonne for a possession.καὶ τοὺς ἀγροὺς τῆς πόλεως, καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει.

13And to the sons of Aaron he gave the city of refuge for the slayer, Chebron, and the ‡‡ suburbs belonging to it; and Lemna and the suburbs belonging to it;Καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν, καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ· καὶ τὴν Λεμνὰ, καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ·

14and Aelom and its suburbs; and Tema and its suburbs;Καὶ τὴν Αἰλὼμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Τεμὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

15and Gella and its suburbs; and Dabir and its suburbs;Καὶ τὴν Γελλὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δαβὶρ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

16and Asa and its suburbs; and Tany and its suburbs; and Baethsamys and its suburbs: nine cities from these two tribes.Καὶ Ἀσὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Τανὺ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Βαιθσαμὺς, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.

17And from the tribe of Benjamin, Gabaon and its suburbs; and Gatheth and its suburbs;Καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν, τὴν Γαβαὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γαθὲθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

18and Anathoth and its suburbs; and Gamala and its suburbs; four cities.Καὶ Ἀναθὼθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάμαλα, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.

19All the cities of the sons of Aaron the priests, thirteen.Πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων, δεκατρεῖς.

20And to the families, even the sons of Caath the Levites, that were left of the sons of Caath, there was given §§ their priests' city,Καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφραίμ·

21out of the tribe of Ephraim; and they gave them the slayer's city of refuge, Sychem, and its suburbs, and Gazara and its appendages, and its suburbs;καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

22and Baethoron and its suburbs: four cities:Καὶ Βαιθωρὼν, καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ· πόλεις τέσσαρες.

23and the tribe of Dan, Helcothaim and its suburbs; and Gethedan and its suburbs:Καὶ ἐκ τῆς φυλῆς Δὰν, τὴν Ἑλκωθαὶμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Γεθεδὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

24and Aelon and its suburbs; and Getheremmon and its suburbs: four cities.Καὶ Αἰλὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Γεθερεμμὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.

25And out of the half tribe of Manasse, Tanach and its suburbs; and Jebatha and its suburbs; two cities.Καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, τὴν Τανὰχ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Ἰεβαθὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις δύο.

26In all were given ten cities, and the suburbs of each belonging to them, to the families of the sons of Caath that remained.Πᾶσαι πόλεις δέκα, καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς, τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις.

27And Joshua gave to the sons of Gedson the Levites out of the other half tribe of Manasse cities set apart for the slayers, Gaulon in the country of Basan, and its suburbs; and Bosora and its suburbs; two cities.Καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Βοσορὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις δύο.

28And out of the tribe of Issachar, Kison and its suburbs; and Debba and its suburbs;Καὶ ἐκ τῆς φυλῆς Ἰσσάχαρ, τὴν Κισὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δεββὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

29and Remmath and its suburbs; and the well of Letters, and its suburbs; four cities.Καὶ τὴν Ῥεμμὰθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Πηγὴν γραμμάτων, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.

30And out of the tribe of Aser, Basella and its suburbs; and Dabbon and its suburbs;Καὶ ἐκ τῆς φυλῆς Ἀσὴρ τὴν Βασελλὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δαββὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·

31and Chelcat and its suburbs; and Raab and its suburbs; four cities.Καὶ Χελκὰτ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Ῥαὰβ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.

32And of the tribe of Nephthali, the city set apart for the slayer, Cades in Galilee, and its suburbs; and Nemmath, and its suburbs; and Themmon and its suburbs; three cities.Καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ, τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Νεμμὰθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Θεμμὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τρεῖς.

33All the cities of Gedson according to their families were thirteen cities.Πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν, πόλεις δεκατρεῖς.

34And to the family of the sons of Merari the Levites that remained, he gave out of the tribe of Zabulon, Maan and its suburbs; and Cades and its suburbs,Καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν, τὴν Μαὰν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Κάδης, καὶ τὰ περισπόρια αὐτῆς·

35and Sella and its suburbs: three cities.Καὶ Σελλὰ, καὶ τὰ περισπόρια αὐτῆς· πόλεις τρεῖς.

36And beyond Jordan over against Jericho, out of the tribe of Ruben, the city of refuge for the slayer, Bosor in the wilderness; Miso and its suburbs; and Jazer and its suburbs; and Decmon and its suburbs; and Mapha and its suburbs; four cities.Καὶ πέραν τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰεριχὼ ἐκ τῆς φυλῆς Ῥουβὴν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ· τὴν Μισὼ, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Ἰαζὴρ, καὶ τὰ περισπόρια αὐτῆς·

37And out of the tribe of Gad the city of refuge for the slayer, both Ramoth in Galaad, and its suburbs; Camin and its suburbs; and Esbon and its suburbs; and Jazer and its suburbs: the cities were four in all.καὶ τὴν Δεκμὼν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Μαφὰ, καὶ τὰ περισπόρια αὐτῆς· πόλεις τέσσαρες.

38All these cities were given to the sons of Merari according to the families of them that were left out of the tribe of Levi; and *** their limits were the twelve cities.Καὶ ἀπὸ τῆς φυλῆς Γὰδ, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, καὶ τὴν Ῥαμὼθ ἐν τῇ Γαλαὰδ, καὶ τὰ περισπόρια αὐτῆς· τὴν Καμὶν, καὶ τὰ περισπόρια αὐτῆς·

39All the cities of the Levites in the midst of the possession of the children of Israel, were forty-eight cities,καὶ τὴν Ἐσβὼν, καὶ τὰ περισπόρια αὐτῆς· καὶ τὴν Ἰαζὴρ, καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις τέσσαρες.

40and their suburbs round about these cities: a city and the suburbs round about the city to all these cities: and Joshua ceased dividing the land by their borders: and the children of Israel gave a portion to Joshua because of the commandment of the Lord: they gave him the city which he asked: they gave him Thamnasachar in mount Ephraim; and Joshua built the city, and lived in it: and Joshua took the knives of stone, wherewith he circumcised the children of Israel that were born in the desert by the way, and put them in Thamnasachar.Πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια αἱ πόλεις δεκαδύο.

41So the Lord gave to Israel all the land which he swore to give to their fathers: and they inherited it, and lived in it.Πᾶσαι πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν Ἰσραὴλ, τεσσαρακονταοκτὼ πόλεις, καὶ τὰ περισπόρια αὐτῶν

42And the Lord gave them rest round about, as he swore to their fathers: not one of all their enemies maintained his ground against them; the Lord delivered all their enemies into their hands.κύκλῳ τῶν πόλεων τούτων· πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις·

42aκαὶ συνετέλεσεν Ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν·

42bκαὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ μερίδα τῷ Ἰησοῖ διὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαχὰρ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ·

42cκαὶ ᾠκοδόμησεν Ἰησοῦς τὴν πόλιν, καὶ ᾤκησεν ἐν αὐτῇ·

42dκαὶ ἔλαβεν Ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαχάρ.

43There failed not one of the good things which the Lord spoke to the children of Israel; all came to pass.Καὶ ἔδωκε Κύριος τῷ Ἰσραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν· καὶ κατεκληρονόμησαν αὐτὴν, καὶ κατῴκησαν ἐν αὐτῇ.

44Καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθότι ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν.

45Οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ· πάντα παρεγένετο.

Translator's Notes

These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.

Open Joshua 21 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← Joshua 20 All of Joshua Joshua 22 →