Home/Bible/Old Testament/Judges/Chapter 20

Judges 20

Old Testament · Brenton Septuagint with Greek parallel

Judges chapter 20 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (14) follow the text. Related material may be found among the Church Fathers and the theology tables.

Judges 20

1And all the children of Israel went out, and all the congregation was gathered as one man, from Dan even to Bersabee, and in the land of Galaad, to the Lord at Massepha.Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, καὶ γῇ τοῦ Γαλαὰδ, πρὸς Κύριον εἰς Μασσηφά.

2And all the tribes of Israel stood before the Lord in the assembly of the people of God, four hundred thousand footmen that drew sword.Καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ἰσραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν.

3And the children of Benjamin heard that the children of Israel were gone up to Massepha: and the children of Israel came and said, Tell us, where did this wickedness take place?Καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμεὶν, ὅτι ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφά· Καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη;

4And the Levite, the husband of the woman that was slain, answered and said, I and my concubine went to Gabaa of Benjamin to lodge.Καὶ ἀπεκριθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν, εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι,

5And the men of Gabaa rose up against me, and compassed the house by night against me; they wished to kill me, and they have humbled my concubine, and she is dead.καὶ ἀνέστησαν ἐπʼ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ, καὶ ἐκύκλωσαν ἐπʼ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ ἀπέθανε.

6And I laid hold of my concubine, and divided her in pieces, and sent the parts into every coast of the inheritance of the children of Israel; for they have wrought lewdness and abomination in Israel.Καὶ ἐκράτησα τὴν παλλακήν μου, καὶ ἐμέλισα αὐτὴν, καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ἰσραήλ· ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν Ἰσραήλ.

7Behold, all you are children of Israel; and consider and take counsel here among yourselves.Ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ.

8And all the people rose up as one man, saying, No one of us shall return to his tent, and no one of us shall return to his house.Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες, οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ.

9And now this is the thing which shall be done in Gabaa; we will go up against it by lot.Καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιηθήσεται τῇ Γαβαᾷ· ἀναβησόμεθα ἐπʼ αὐτὴν ἐν κλήρῳ.

10Moreover we will take ten men for one hundred for all the tribes of Israel, and one hundred for a thousand, and a thousand for ten thousand, to take provision, to cause them to come to Gabaa of Benjamin, to do to it according to all the abomination, which * they wrought in Israel.Πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ἰσραὴλ, καὶ ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμὶν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν Ἰσραήλ.

11And all the men of Israel were gathered to the city as one man.Καὶ συνήχθη πᾶς ἀνὴρ Ἰσραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.

12And the tribes of Israel sent men through the whole tribe of Benjamin, saying, What is this wickedness that has been wrought among you?Καὶ ἀπέστειλαν αἱ φυλαὶ Ἰσραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν, λέγοντες, τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;

13Now then give up the men the † sons of transgressors that are in Gabaa, and we will put them to death, and purge out wickedness from Israel: but the children of Benjamin consented not to listen to the voice of their brethren the children of Israel.Καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαὰ, καὶ θανατώσομεν αὐτοὺς, καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ἰσραήλ· καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ἰσραήλ.

14And the children of Benjamin were gathered from their cities to Gabaa, to go forth to fight with the children of Israel.Καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ἰσραήλ.

15And the children of Benjamin from their cities were numbered in that day, twenty-three thousand, every man drawing a sword, besides the inhabitants of Gabaa, who were numbered seven hundred chosen men of all the people, ‡ able to use both hands alike;Καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἰκοσιτρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἱ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες

16All these could sling with stones at a hair, and not miss.ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες.

17And the men of Israel, exclusive of Benjamin, were numbered four hundred thousand men that drew sword; all these were men of war.Καὶ ἀνὴρ Ἰσραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.

18And they arose and went up to Baethel, and enquired of God: and the children of Israel said, Who shall go up for us first to fight with the children of Benjamin? And the Lord said, Juda shall go up first as leader.Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ, καὶ ἠρώτησαν ἐν τῷ Θεῷ· καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.

19And the children of Israel rose up in the morning, and encamped against Gabaa.Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τοπρωῒ, καὶ παρενέβαλον ἐπὶ Γαβαά.

20And they went out, all the men of Israel, to fight with Benjamin, and engaged with them at Gabaa.Καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν, καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά.

21And the sons of Benjamin went forth from Gabaa, and they destroyed in Israel on that day two and twenty thousand men down to the ground.Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ, καὶ διέφθειραν ἐν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.

22And the men of Israel § strengthened themselves, and again engaged in battle in the place where they had engaged on the first day.Καὶ ἐνίσχυσαν ἀνῆρ Ἰσραὴλ, καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.

23And the children of Israel went up, and wept before the Lord till evening, and enquired of the Lord, saying, Shall we again draw near to battle with our brethren the children of Benjamin? and the Lord said, Go up against them.Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας, καὶ ἠρώτησαν ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε πρὸς αὐτούς.

24And the children of Israel advanced against the children of Benjamin on the second day.Καὶ προσῆλθον οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.

25And the children of Benjamin went forth to meet them from Gabaa on the second day, and destroyed of the children of Israel yet further eighteen thousand men down to the ground: all these drew sword.Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοὶς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ διέφθειραν ἀπὸ υἱῶν Ἰσραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ῥομφαίαν.

26And the children of Israel and all the people went up, and came to Baethel; and they wept, and sat there before the Lord; and they fasted on that day until evening, and offered whole burnt offerings and ** perfect sacrifices, before the Lord,Καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς, καὶ ἦλθον εἰς Βαιθήλ· καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου,

27for the ark of the Lord God was there in those days,ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ ἐν ταῖς ἡμέραις ἐκείναις,

28and Phinees the son of Eleazar the son of Aaron stood before it in those days; and the children of Israel enquired of the Lord, saying, Shall we yet again go forth to fight with our brethren the sons of Benjamin? and the Lord said, Go up, to-morrow I will give them into your hands.καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες, εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος, ἀνάβητε, αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν.

29And the children of Israel set an ambush against Gabaa round about it.Καὶ ἔθηκαν οἱ υἱοῖ Ἰσραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ.

30And the children of Israel went up against the children of Benjamin on the third day, and arrayed themselves against Gabaa as before.Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ.

31And the children of Benjamin went out to meet the people, and †† were all drawn out of the city, and began to strike and kill the people as before in the roads, ‡‡ whereof one goes up to Baethel, and one to Gabaa in the field, about thirty men of Israel.Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ, καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως, καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ, καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν Ἰσραήλ.

32And the children of Benjamin said, They fall before us as at the first: but the children of Israel said, Let us flee, and draw them out from the city into the roads; and they did so.Καὶ εἶπαν οἱ υἱοὶ Βενιαμὶν, πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν, Φύγωμεν, καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω.

33And all the men rose up out of their places, and engaged in Baal Thamar; and the liers in wait of Israel advanced from their place from §§ Maraagabe.Καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν, καὶ συνῆψαν ἐν Βάαλ Θαμάρ· καὶ τὸ ἔνεδρον Ἰσραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαρααγαβέ.

34And there came over against Gabaa ten thousand chosen men out of all Israel; and the fight was severe; and they knew not that evil *** was coming upon them.Καὶ ἦλθον ἐξεναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ἰσραήλ· καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐκ ἔγνωσαν, ὅτι φθάνει ἀπʼ αὐτοὺς ἡ κακία.

35And the Lord struck Benjamin before the children of Israel; and the children of Israel destroyed of Benjamin in that day one hundred and twenty-five thousand men: all these drew sword.Καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν Ἰσραήλ· καὶ διέφθειραν οἱ υἱοὶ Ἰσραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ῥομφαίαν.

36And the children of Benjamin saw that they were struck; and the men of Israel gave place to Benjamin, because they trusted in the ambuscade which they had prepared against Gabaa.Καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ Ἰσραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαᾷ.

37And when they retreated, then the liers in wait rose up, and they ††† moved toward Gabaa, and the whole ambush came forth, and they struck the city with the edge of the sword.Καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι, καὶ τὸ ἔνεδρον ἐκινήθη· καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαὰ, καὶ ἐξεχύθη τὸ ἔνεδρον, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας.

38And the children of Israel had a signal of battle with the liers in wait, that they should send up a ‡‡‡ signal of smoke from the city.Καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ἰσραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως.

39And the children of Israel saw that the liers in wait had seized Gabaa, and they stood in line of battle; and Benjamin began to strike down §§§ wounded ones among the men of Israel about thirty men; for they said, Surely they fall again before us, * as in the first battle.Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ, ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαὰ, καὶ ἔστησαν ἐν τῇ παρατάξει· καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ἰσραὴλ ὡς τριάκοντα ἄνδρας· ὅτι εἶπαν, πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη.

40And the signal went up increasingly over the city as a pillar of smoke; and Benjamin looked behind him, and behold the destruction of the city went up to heaven.Καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στύλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ.

41And the men of Israel turned back, and the men of Benjamin hasted, because they saw that evil had come upon them.Καὶ ἀνὴρ Ἰσραὴλ ἐπέστρεψε· καὶ ἔσπευσαν ἄνδρες Βενιαμὶν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπʼ αὐτοὺς ἡ πονηρία.

42And they turned to the way of the wilderness from before the children of Israel, and fled: but the battle overtook them, and they from the cities destroyed them in the midst of them.Καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ἰσραὴλ εἰς τὴς ὁδὸν τῆς ἐρήμου, καὶ ἔφυγον· καὶ ἡ παράταξις ἔφθασεν ἐπʼ αὐτοὺς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν.

43And they cut down Benjamin, and pursued him from Nua closely till they came opposite Gabaa on the east.Καὶ κατέκοπτον τὸν Βενιαμὶν, καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου.

44And there fell of Benjamin eighteen thousand men: all these were men of might.Καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.

45And the rest turned, and fled to the wilderness to the rock of Remmon; and the children of Israel † picked off of them five thousand men; and the children of Israel went down after them as far as Gedan, and they struck of them two thousand men.Καὶ ἐπέβλεψαν οἱ λοιποὶ, καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ῥέμμών· καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ ἕως Γεδᾶν, καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.

46And all that fell of Benjamin were twenty-five thousand men that drew sword in that day: all these were men of might.Καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν, εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.

47And the rest turned, and fled to the wilderness to the rock of Remmon, even six hundred men; and they sojourned four months in the rock of Remmon.Καὶ ἐπέβλεψαν οἱ λοιποὶ, καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ῥεμμὼν ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ῥεμμὼν τέσσαρας μῆνας.

48And the children of Israel returned to the children of Benjamin, and struck them with the edge of the sword from the city of Methla, even to the cattle, and every thing that was found in all the cities: and they burnt with fire the cities they found.Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν, καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους, καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.

Translator's Notes

These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.

Open Judges 20 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← Judges 19 All of Judges Judges 21 →