Home/Bible/New Testament/Luke/Chapter 7

Luke 7

New Testament · English Majority Text Version with Greek parallel

Luke chapter 7 is given here in full, verse by verse, in the English Majority Text Version (EMTV), with the Byzantine Majority Text set beneath each verse. The text follows the Byzantine textual tradition used in the Orthodox Church.

4 patristic excerpts are attached to this chapter, from Saint Augustine.

Luke 7

1Now when He finished all His sayings in the hearing of the people, He entered Capernaum.Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.

2And a certain centurion's servant, who was highly valued by him, was sick and about to die.Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.

3And when he heard about Jesus, he sent elders of the Jews to Him, asking Him that He might come and heal his servant.Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.

4And when they came to Jesus, they begged Him earnestly, saying, “He is worthy for whom He should grant this,Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο·

5for he loves our nation, and he himself has built us a synagogue.”ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.

6Then Jesus went with them. And when He was already not far away from the house, the centurion sent friends to Him, saying to Him, “Lord, do not trouble Yourself, for I am not worthy that You should enter under my roof.Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·

7Therefore I did not even consider myself worthy to come to You. But just say the word, and my servant shall be healed.διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

8For I also am a man appointed under authority, having soldiers under me. And I say to one, ‘Go,’ and he goes; and to another, ‘Come,’ and he comes; and to my servant, ‘Do this,’ and he does it.”Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.

9When Jesus heard these things, He marveled at him, and turning to the crowd following Him, He said, “I say to you, I have not found such great faith, not even in Israel!”Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε, Λέγω ὑμῖν, οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

10And when those who were sent returned to the house, they found the servant well who had been sick.Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.

11Now it happened on the next day, that He went into a city called Nain; and many of His disciples went with Him, and a great crowd.Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοί, καὶ ὄχλος πολύς.

12And when He came near the gate of the city, that behold, a dead man was being carried out, the only son of his mother; and she was a widow. And many people from the city was with her.Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ.

13When the Lord saw her, He had compassion on her and said to her, “Do not weep.”Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε.

14Then He came and touched the open coffin, and those who carried him stood still. And He said, “Young man, I say to you, arise.”Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.

15So he who was dead sat up and began to speak. And He gave him to his mother.Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.

16Then fear took hold of all, and they were glorifying God, saying, “A great prophet has risen up among us”; and, “God has visited His people.”Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

17And this report about Him went out in all Judea, and all the surrounding region.Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ.

18Then the disciples of John reported to him concerning all these things.Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.

19And summoning two of his disciples, John sent them to Jesus, saying, “Are You the Coming One, or do we look for another?”Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;

20And when they came to Him, the men said, “John the Baptist has sent us to You, saying, ‘Are You the Coming One, or do we look for another?’ ”Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;

21And in that very hour He healed many from diseases, and torments, and evil spirits; and to many blind people He granted sight.Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.

22Then Jesus answered and said to them, “Go and report to John what you have seen and heard: that the blind regain sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, the poor have the gospel preached to them.Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·

23And blessed is he who is not offended because of Me.”καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24Now when John's messengers had departed, He began to speak to the crowds concerning John: “What have you gone out into the wilderness to see? A reed shaken by the wind?Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;

25But what have you gone out to see? A man clothed in soft garments? Indeed those who are gorgeously appareled and live in luxury are in royal palaces.Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.

26But what have you gone out to see? A prophet? Yes, I say to you, and much more than a prophet.Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.

27This is he about whom it is written: ‘Behold, I send My messenger before Your face, who will prepare Your way before You.’Οὗτός ἐστι περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.

28For I say to you, among those born of women there is not a greater prophet than John the Baptist; but he who is least in the kingdom of God is greater than he.”Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.

29And when all the people heard Him, even the tax collectors justified God, having been baptized with the baptism of John.Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·

30But the Pharisees and lawyers rejected the counsel of God for themselves, because they had not been baptized by him.οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.

31“Therefore to what shall I compare the men of this generation, and what are they like?Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;

32They are like children sitting in the marketplace and calling to one another, saying: ‘We played the flute for you, and you did not dance; We mourned for you, and you did not weep.’Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, καὶ λέγουσιν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.

33For John the Baptist has come neither eating bread nor drinking wine, and you say, ‘He has a demon.’Ἐλήλυθε γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε, Δαιμόνιον ἔχει·

34The Son of Man has come eating and drinking, and you say, ‘Look, a glutton and a drunkard, a friend of tax collectors and sinners!’ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.

35And so wisdom is justified by all her children.”Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.

36Then one of the Pharisees asked Him to eat with him. And entering into the Pharisee's house, He reclined to eat.Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.

37And behold, a woman in the city who was a sinner, when she found out that He was reclining in the Pharisee's house, brought an alabaster flask of perfume,Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,

38and standing by His feet behind Him weeping; she began to wash His feet with her tears, and was wiping them with the hair of her head; and she was kissing His feet and anointing them with the perfume.καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ.

39Now when the Pharisee who had invited Him saw this, he spoke within himself, saying, “This Man, if He were a prophet, would know who and what sort of woman this is who touches Him, for she is a sinner.”Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.

40And Jesus answered and said to him, “Simon, I have something to say to you.” And he said, “Teacher, say it.”Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι, Διδάσκαλε, εἰπέ.

41“There was a certain creditor who had two debtors. One owed five hundred denarii, and the other owed fifty.Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.

42And when they had nothing with which to pay back, he freely forgave them both. Tell Me, therefore, which of them will love him more?”Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;

43Simon answered and said, “I suppose it is the one to whom he forgave more.” And He said to him, “You have judged correctly.”Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας.

44And turning to the woman, He said to Simon, “Do you see this woman? I entered into your house; you gave Me no water for My feet, but this woman has washed My feet with her tears and wiped them with the hair of her head.Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.

45You gave Me no kiss, but this woman has not stopped kissing My feet since the time I came in.Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.

46You did not anoint My head with oil, but this woman has anointed My feet with perfume.Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.

47For which reason I say to you, her many sins have been forgiven, because she loved much. But to whom little is forgiven, the same loves little.”Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.

48Then He said to her, “Your sins are forgiven.”Εἶπε δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι.

49And those who were reclining at the table with Him began to say within themselves, “Who is this who even forgives sins?”Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;

50Then He said to the woman, “Your faith has saved you. Go in peace.”Εἶπε δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

The Fathers on Luke 7

Saint Augustine comments on this chapter. Each excerpt below is drawn from the full text held in the Fathers Library; follow the link on any entry to read the whole work.

On Luke 7:1
Saint Augustine
Latin Fathers · c. 400 AD · The Harmony of the Gospels

After these things, Matthew proceeds with his narrative in the following terms: “And when Jesus was entered into Capharnaum, there came unto Him a centurion, beseeching Him, and saying, Lord, my servant lieth at home sick of...

Read The Harmony of the Gospels →
On Luke 7:2
Saint Augustine
Latin Fathers · c. 391–430 AD · Sermons on Selected Lessons of the New Testament

The miracles of our Lord and Saviour Jesus Christ make indeed an impression on all who hear of, and believe them; but on different men in different ways.

Read Sermons on Selected Lessons of the New Testament →
On Luke 7:35
Saint Augustine
Latin Fathers · c. 400 AD · The Harmony of the Gospels

Matthew proceeds with his narrative in the following terms: “And it came to pass, when Jesus had made an end of commanding His twelve disciples, He departed thence to teach and to preach in their cities.

Read The Harmony of the Gospels →
On Luke 7:37
Saint Augustine
Latin Fathers · c. 391–430 AD · Sermons on Selected Lessons of the New Testament

Since I believe that it is the will of God that I should speak to you on the subject whereof we are now reminded by the words of the Lord out of the Holy Scriptures, I will by His assistance deliver to you, Beloved, a Sermon touching the remission of sins.

Read Sermons on Selected Lessons of the New Testament →
Open Luke 7 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← Luke 6 All of Luke Luke 8 →