Nehemiah 3
Old Testament · Brenton Septuagint with Greek parallel
Nehemiah chapter 3 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.
Patristic commentary for this chapter has not yet been attached. Related material may be found among the Church Fathers and the theology tables.
Nehemiah 3
1Then Eliasub the high priest, and his brethren the priests, rose up, and built the sheep-gate; they sanctified it, and set up the doors of it; even to the tower of the hundred they sanctified it, to the tower of Anameel.Καὶ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας, καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀναμεήλ.
2And they builded by the side of the men of Jericho, and by the side of the sons of Zacchur, the son of Amari.Καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἱεριχὼ, καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχοὺρ, υἱοῦ Ἀμαρί.
3And the sons of Asana built the fish-gate; they roofed it, and covered in its doors, and bolts, and bars.Καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ἀσανά· αὐτοὶ ἐστέγασαν αὐτὴν, καὶ ἐστέγασαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
4And next to them the order reached to Ramoth the son of Uria, the son of Accos, and next to them Mosollam son of Barachias the son of Mazebel took his place: and next to them Sadoc the son of Baana took his place.Καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἐπὶ Ῥαμὼθ υἱοῦ Οὐρία, υἱοῦ Ἀκκώς· καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου, υἱοῦ Μαζεβήλ· καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά.
5And next to them the Thecoim took their place; but the Adorim applied not their neck to their service.Καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωῒμ, καὶ ἀδωρὶμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.
6And Joida the son of Phasec, and Mesulam son of Basodia, repaired the old gate; they covered it in, and set up its doors, and its bolts, and its bars.Καὶ τὴν πύλην ἰασαναῒ ἐκράτησαν Ἰωϊδὰ υἱὸς Φασὲκ, καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
6aΚαὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης, καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἓως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ.
7And next to them repaired Maltias the Gabaonite, and Evaron the Meronothite, the men of Gabaon and Maspha, to the throne of the governor on this side the river.
8And next to him Oziel the son of Arachias of the smiths, carried on the repairs: and next to them Ananias the son of one of the apothecaries repaired, and they finished Jerusalem to the broad wall.Καὶ παρʼ αὐτὸν παρησφαλίσατο Ὀζιὴλ υἱὸς Ἀραχίου πυρωτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἀνανίας υἱὸς τοῦ ῥωκεῒμ, καὶ κατέλιπον Ἱερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος.
9And next to them repaired Raphaea the son of Sur, the ruler of half the district round about Jerusalem.Καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ῥαφαΐα υἱὸς Σοὺρ, ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ.
10And next to them repaired Jedaia the son of Eromaph, and that in front of his house: and next to him repaired Attuth son of Asabania.Καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαΐα υἱὸς Ἑρωμὰφ, καὶ κατέναντι οἰκίας αὐτοῦ· καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀττοὺθ υἱὸς Ἀσαβανία.
11And next to him repaired Melchias son of Heram, and Asub son of Phaat Moab, even to the tower of the furnaces.Καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς Ἡρὰμ, καὶ Ἀσοὺβ υἱὸς Φαὰτ Μωὰβ, καὶ ἕως πύργου τῶν θανουρίμ.
12And next to him repaired Sallum the son of Alloes, the ruler of half the district round about Jerusalem, he and his daughters.Καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς Ἀλλωῆς, ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλὴμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.
13Anun and the inhabitants of Zano repaired the gate of the valley: they built it, and set up its doors, and its bolts, and its bars, and a thousand cubits of the wall as far as the dung-gate.Τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἀνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.
14And Melchia the son of Rechab, the ruler of the district round about Beth-accharim, repaired the dung-gate, he and his sons; and they covered it, and set up its doors, and its bolts, and its bars.Καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ῥηχὰβ, ἄρχων περιχώρου Βηθακχαρὶμ, αὐτὸς καὶ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.
15But Solomon the son of Choleze repaired the gate of the fountain, the ruler of part of Maspha; he built it, and covered it, and set up its doors and its bars, and the wall of the pool of the skins by the meadow of the king, and as far as the steps that lead down from the city of David.Τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ, ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐζῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν, καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς· καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως, καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ.
16After him repaired Neemias son of Azabuch, ruler of half the district round about Bethsur, as far as the garden of David's sepulchre, and as far as the artificial pool, and as far as the house of the mighty men.Ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς Ἀζαβοὺχ, ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ, ἕως κήπου τάφου Δαυὶδ, καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας, καὶ ἕως βηθαγγαρίμ.
17After him repaired the Levites, even Raum the son of Bani: next to him repaired Asabia, ruler of half the district round about Keila, in his district.Ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ῥαοὺμ υἱὸς Βανί· ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀσαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ.
18And after him repaired his brethren, Benei son of Enadad, ruler of half the district round about Keila.Καὶ μετʼ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεῒ υἱὸς Ἠναδὰδ, ἄρχων ἡμίσους περιχώρου Κεϊλά.
19And next to him repaired Azur the son of Joshua, ruler of Masphai, another portion of the tower of ascent, where it meets the corner.Καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἀζοὺρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφαὶ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.
20After him repaired Baruch the son of Zabu, a second portion, from the corner as far as the door of the house of Eliasub the high priest.Μετʼ αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ, μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.
21After him repaired Meramoth the son of Uria the son of Accos, a second part from the door of the house of Eliasub, to the end of the house of Eliasub.Μετʼ αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ Ἀκκὼς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ.
22And after him repaired the priests, the men of Ecchechar.Καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Ἐκχεχάρ.
23And after him repaired Benjamin and Asub over against their house: and after him repaired Azarias son of Maasias the son of Ananias, the parts near to his house.Καὶ μετʼ αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν· καὶ μετʼ αὐτὸν ἐκράτησεν Ἀζαρίας υἱὸς Μαασίου, υἱοῦ Ἀνανία ἐχόμενα οἴκου αὐτοῦ.
24After him repaired Bani the son of Adad, another portion from the house of Azaria as far as the corner and to the turning,Μετʼ αὐτὸν ἐκράτησε Βανὶ υἱὸς Ἀδὰδ, μέτρον δεύτερον ἀπὸ
25of Phalach the son of Uzai, opposite the corner, and where is also the tower that projects from the king's house, even the upper one of the prison-house: and after him repaired Phadaea the son of Phoros.Βηθαζαρία ἕως τῆς γωνίας, καὶ ἕως τῆς καμπῆς Φαλὰχ υἱοῦ Εὐζαῒ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς· καὶ μετʼ αὐτὸν Φαδαΐα υἱὸς Φόρος.
26And the Nathinim lived in Ophal, as far as the garden of the water-gate eastward, and there is the projecting tower.Καὶ οἱ Ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ Ὠφὰλ, ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολὰς, καὶ ὁ πύργος ὁ ἐξέχων.
27And after them the Thecoim repaired, another portion opposite the great projecting tower, even as far as the wall of Ophla.Καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ Θεκωῒμ, μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος, καὶ ἕως τοῦ τείχους τοῦ Ὀφλά.
28The priests repaired above the horse-gate, every man over against his own house.Ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ.
29And after him Sadduc the son of Emmer repaired opposite his own house: and after him repaired Samaea son of Sechenia, guard of the east-gate.Καὶ μετʼ αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ· καὶ μετʼ αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς.
30After him repaired Anania son of Selemia, and Anom, the sixth son of Seleph, another portion: after him Mesulam the son of Barachia repaired over against his treasury.Μετʼ αὐτὸν ἐκράτησεν Ἀνανία υἱὸς Σελεμία, καὶ Ἀνὼμ υἱὸς Σελὲφ ὁ ἕκτος, μέτρον δεύτερον· μετʼ αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ.
31After him repaired Melchia the son of Sarephi as far as the house of the Nathinim, and the chapmen over against the gate of Maphecad, and as far as the steps of the corner.Μετʼ αὐτὸν ἐκράτησε Μελχία υἱὸς τοῦ Σαρεφὶ ἕως Βηθὰν Ναθινὶμ, καὶ οἱ ῥωποπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς.
32And between that and the sheep-gate the smiths and chapmen repaired.Καὶ ἀναμέσον τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥωποπῶλαι.
33Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ, ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις.
34Καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ, αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους, μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας;
35Καὶ Τωβίας ὁ Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε, καὶ εἶπε πρὸς αὐτοὺς, μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λιθων αὐτῶν;
36Ἄκουσον ὁ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμὸν, καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας,
37καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.
Open Nehemiah 3 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.