Home/Bible/Old Testament/Numbers/Chapter 17

Numbers 17

Old Testament · Brenton Septuagint with Greek parallel

Numbers chapter 17 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. The translator's notes for this chapter (1) follow the text. Related material may be found among the Church Fathers and the theology tables.

Numbers 17

1And the Lord spoke to Moses, saying,Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν,

2Speak to the children of Israel, and take * rods of them, according to the houses of their families, a rod from all their princes, according to the houses of their families, twelve rods, and write the name of each on his rod.καὶ πρὸς Ἐλεάζαρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα, ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν,

3And write the name of Aaron on the rod of Levi; for it is one rod for each: they shall give them according to the tribe of the house of their families.καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν· καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.

4And you shall put them in the tabernacle of witness, before the testimony, where I will be made known to you.Καὶ ἔλαβεν Ἐλεάζαρ υἱοὶς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,

5And it shall be, the man whom I shall choose, his rod shall blossom; and I will remove from me the murmuring of the children of Israel, which they murmur against you.μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου· καὶ οὐκ ἔσται ὥσπερ Κορὲ, καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.

6And Moses spoke to the children of Israel, and all their chiefs gave him a rod each, for one chief a rod, according to the house of their families, twelve rods; and the rod of Aaron was in the midst of the rods.Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, λέγοντες, ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.

7And Moses laid up the rods before the Lord in the tabernacle of witness.Καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα Κυρίου.

8And it came to pass on the morrow, that Moses and Aaron went into the tabernacle of witness; and, behold, the rod of Aaron for the house of Levi blossomed, and put forth a bud, and bloomed blossoms and produced almonds.Καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου.

9And Moses brought forth all the rods from before the Lord to all the sons of Israel; and they looked, and each one took his rod.Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,

10And the Lord said to Moses, Lay up the rod of Aaron before the testimonies to be kept as a sign for the children of the disobedient; and let their murmuring cease from me, and they shall not die.ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ· καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.

11And Moses and Aaron did as the Lord commanded Moses, so did they.Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπʼ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπʼ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τοτάχος εἰς τὴν παρεμβολὴν, καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν.

12And the children of Israel spoke to Moses, saying, Behold, we are cut off, we are destroyed, we are consumed.Καὶ ἔλαβεν Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ.

13Every one that touches the tabernacle of the Lord, dies: shall we die utterly?Καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.

14Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.

15Καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.

16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,

17λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρʼ αὐτῶν ῥάβδον, ῥάβδον κατʼ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπὶγραψον ἐπὶ τῆς ῥάβδου.

18Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευί· ἔστι γὰρ ῥάβδος μία· κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.

19Καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.

20Καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπʼ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφʼ ὑμῖν.

21Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον· τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατʼ ἄρχοντα, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἡ ῥάβδος Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν.

22Καὶ ἀπέθηκε Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

23Καὶ ἐγενετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευί, καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα.

24Καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.

25Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπʼ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.

26Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν, καθὰ συνέταξε κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.

27Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν, λέγοντες, ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα.

28Πᾶς ὁ ἁπτόμενος τῆς σκηυῆς Κυρίου, ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;

Translator's Notes

These notes come from the printed edition of Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), and record where the Greek differs from the English rendering or admits more than one reading.

Open Numbers 17 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
← Numbers 16 All of Numbers Numbers 18 →