Home/Bible/Old Testament/Sirach/Chapter 1

Sirach 1

Old Testament · Brenton Septuagint with Greek parallel

Sirach chapter 1 is given here in full, verse by verse, in Sir Lancelot Brenton's classic English translation of the Septuagint (LXX), with the Greek text of the Septuagint set beneath each verse. The text follows the Septuagint tradition received throughout the Orthodox Church.

Patristic commentary for this chapter has not yet been attached. Related material may be found among the Church Fathers and the theology tables.

Sirach 1

1All wisdom comes from the Lord, and is with him for ever.ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατʼ αὐτοὺς ἠκολουθηκότων δεδομένων. ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ἰσραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,

1aἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας· ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν

1bκαὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν, καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος, προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, ὅπως οἱ φιλομαθεῖς, καὶ τούτων ἔνοχοι γενόμενοι, πολλῷ μᾶλλον ἐπιπροσθῶσι διὰ τῆς ἐννόμου βιώσεως.

1cΠαρακέκλησθε οὖν μετʼ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ συγγνώμην ἔχειν ἐφʼ οἷς ἂν δοκῶμεν

1dτῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶ τῶν λέξεων ἀδυναμεῖν· οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Ἑβραϊστὶ λεγόμενα, καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ αὐτὸς ὁ νόμος, καὶ αἱ προφητεῖαι,

1eκαὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας, εὗρον οὐ μικρᾶς παιδείας ἀφόμοιον·

1fἀναγκαιότατον ἐθέμην αὐτὸς προσενέγκασθαί τινα σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον· πολλὴν γὰρ ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου, πρὸς τὸ ἐπὶ πέρας ἄγοντα τὸ βιβλίον ἐκδόσθαι, καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν,

1gπροκατασκευαζομένοις τὰ ἤθη ἐν νόμῳ βιοτεύειν. ΣΟΦΙΑ ΣΕΙΡΑΧ.

1hΠΑΣΑ σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.

2Who can number the sand of the sea, and the drops of rain, and the days of eternity?Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;

3Who can find out the height of heaven, and the breadth of the earth, and the deep, and wisdom?Ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;

4Wisdom has been created before all things, and the understanding of prudence from everlasting.Προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.

5The word of God most high is the fountain of wisdom; and her ways are everlasting commandments.

6To whom has the root of wisdom been revealed? or who has known her wise counsels?Ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;

7To whom has the knowledge of wisdom been made manifest? and who has understood her great experience?

8There is one wise and greatly to be feared, the Lord sitting upon his throne.Εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ·

9He created her, and saw her, and numbered her, and poured her out upon all his works.Κύριος αὐτὸς ἔκτισεν αὐτὴν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.

10She is with all flesh according to his gift, and he has given her to them that love him.Μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν·

11The fear of the Lord is honor, and glory, and gladness, and a crown of rejoicing.Φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.

12The fear of the Lord makes a merry heart, and gives joy, and gladness, and a long life.Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.

13Whoso fears the Lord, it shall go well with him at the last, and he shall find favor in the day of his death.Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.

14To fear the Lord is the beginning of wisdom: and it was created with the faithful in the womb.Αρχὴ σοφίας φοβεῖσθαι τὸν Θεὸν, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.

15She has built an everlasting foundation with men, and she shall continue with their seed.Καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.

16To fear the Lord is fulness of wisdom, and fills men with her fruits.Πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς.

17She fills all their house with things desirable, and the garners with her increase.Πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς.

18The fear of the Lord is a crown of wisdom, making peace and perfect health to flourish; both which are the gifts of God: and it enlarges their rejoicing that love him.Στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως·

19Wisdom rains down skill and knowledge of understanding standing, and exalts them to honor that hold her fast.ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε, καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε.

20The root of wisdom is to fear the Lord, and the branches thereof are long life.Ῥίζα σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.

21The fear of the Lord drives away sins: and where it is present, it turns away wrath.

22A furious man can’t be justified; for the sway of his fury shall be his destruction.Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.

23A patient man will tear for a time, and afterward joy shall spring up to him.Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.

24He will hide his words for a time, and the lips of many shall declare his wisdom.Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.

25The parables of knowledge are in the treasures of wisdom: but godliness is an abomination to a sinner.Ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.

26If you desire wisdom, keep the commandments, and the Lord shall give her to you.Ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.

27For the fear of the Lord is wisdom and instruction: and faith and meekness are his delight.Σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.

28Distrust not the fear of the Lord when you are poor: and come not to him with a double heart.Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.

29Be not an hypocrite in the sight of men, and take good heed what you speak.Μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε.

30Exalt not yourself, lest you fall, and bring dishonor upon your soul, and so God discover your secrets, and cast you down in the midst of the congregation, because you came not in truth to the fear of the Lord, but your heart is full of deceit.Μὴ ἐξύψου σεαυτὸν, ἵνα μὴ πέσῃς, καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν· καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου, καὶ ἐν μέσῳ συναγωγῆς καταβελεῖ σε· ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.

Open Sirach 1 in the interactive reader Switch translations, hear the chapter read aloud, tap any verse for its patristic commentary, and study the Greek word by word.
All of Sirach Sirach 2 →